μετὰ τὴν ἀναίρεσιν τοῦ χαλκοῦ εὑρίσκεται ἐν τῇ χώνῃ ἐγκείμενον τῷ πυθμένι αὐτῆς, τήν τε στῦψιν καὶ τὴν γεῦσιν χαλκοῦ ἔχον. τὸ δὲ τρίτον σκευάζεται οὕτως· λίθον τὸν λεγόμενον πυρίτην συνθέντες εἰς κάμινον οἱ πρὸς τούτοις ὄντες καίουσιν ἐπὶ ἡμέρας ἱκανὰς ὡς τίτανον· ὅταν δὲ τῇ χρόᾳ μιλτώδης γένηται,
ἀνελόμενοι ἀποτίθενται.
De materia medica. Dioscurides Pedianus. ed. Max Wellmann. United States. 2018.
Funding provided by Harvard Library Arcadia Fund.