ἐμφερῶς τί μίσυι ἑτερογενές τε καὶ ἀσθενὲς οἰητέον εἶναι. δύναμιν δὲ ἔχει καὶ καῦσιν τὴν αὐτὴν τοῖς προειρημένοις. ἰᾶται δὲ καὶ ὀδονταλγίας ἐντιθέμενον εἰς τὰ βρώματα καὶ τοὺς ὑποσάλους δὲ ὀδόντας κρατύνει, καὶ ἰσχιαδικοῖς βοηθεῖ μετʼ οἴνου ἐγκλυζόμενον, ἰόνθους τε σβέννυσι μεθʼ ὕδατος καταχρισθέν·
μείγνυται καὶ εἰς τριχῶν μελάσματα.
De materia medica. Dioscurides Pedianus. ed. Max Wellmann. United States. 2018.
Funding provided by Harvard Library Arcadia Fund.