πινόμενον μετὰ γλυκέος καὶ ὑστέραν ἀναστομοῖ· σὺν μέλιτι δὲ ἐκλειχόμενον ὀρθοπνοίας ὠφελεῖ καὶ πλευρίτιδας καὶ περιπνευμονίας· ἀνάγει δὲ καὶ τὰ ἐκ θώρακος· μείγνυται δὲ καὶ σηπταῖς. συνεψηθέντα δὲ τὰ φύλλα κογχαρίοις κοιλίαν μαλάττει, ἐμπνευματώσεις λύει, οὖρα κινεῖ, σὺν πτισάνῃ δὲ ἑψηθέντα τὰ ἐκ
θώρακος ἀνάγει. τὸ δὲ ἀφέψημα τῶν φύλλων σὺν ὀλίγῃ σμύρνῃ ποθὲν κινεῖ καταμήνια, ὁ δὲ χυλὸς ἀναγαργαριζόμενος στέλλει κιονίδα φλεγμαίνουσαν.
De materia medica. Dioscurides Pedianus. ed. Max Wellmann. United States. 2018.
Funding provided by Harvard Library Arcadia Fund.