ἢ μετʼ ἀλφίτου ἐσθιομένην ἐν μάζῃ ἢ ὄψῳ ἀπομωροῦν· καθεύδει γὰρ ὁ ἄνθρωπος ἐν ᾧπερ ἂν φάγῃ σχήματι αἰσθανόμενος οὐδενὸς ἐπὶ ὥρας τρεῖς ἢ τέσσαρας, ἀφ᾿ οὗ ἂν προσενέγκηται. χρῶνται δὲ καὶ ταύτῃ οἱ ἰατροί, ὅταν τέμνειν ἢ καίειν μέλλωσι· φασὶ δὲ καὶ ἀντίδοτον εἶναι τὴν ῥίζαν πινομένην
μετὰ στρύχνου τοῦ καλουμένου μανικοῦ.
De materia medica. Dioscurides Pedianus. ed. Max Wellmann. United States. 2018.
Funding provided by Harvard Library Arcadia Fund.