τε ἀντὶ βαλανίου προστεθεὶς ὕπνον ποιεῖ, μαλάσσειν δὲ καὶ ἐλέφαντα λέγεται ἡ ῥίζα συνεψομένη αὐτῷ ἐπὶ ὥρας ἓξ καὶ εὔπλαστον αὐτὸν εἰς ὃ ἄν τις βουληθῇ σχῆμα παρασκευάζειν. 1 2 3 τὰ δὲ φύλλα πρόσφατα ἁρμόζει πρός τε ὀφθαλμῶν φλεγμονὰς καὶ τὰς ἐπὶ τῶν ἑλκῶν μετʼ ἀλφίτου καταπλασσόμενα· διαφορεῖ δὲ καὶ πᾶσαν σκληρίαν καὶ ἀποστήματα, χοιράδας, φύματα, παρατριβόμενά τε ἡσυχῆ ἐπὶ ἡμέρας πέντε ἢ ἓξ στίγματα ἄνευ ἕλκους ἀφανίζει· καὶ ταριχευόμενα δὲ τὰ φύλλα ἀποτίθεται
πρὸς τὰς αὐτὰς χρείας.
De materia medica. Dioscurides Pedianus. ed. Max Wellmann. United States. 2018.
Funding provided by Harvard Library Arcadia Fund.