ὁ δὲ καρπὸς οὐρητικός ἐστιν ἄγαν· δίδονται δὲ ὑδρωπικοῖς κόρυμβοι ὡς δώδεκα, πλείονες δὲ ποθέντες ἔκστασιν ἐργάζονται· βοηθοῦνται δὲ μελικράτῳ πολλῷ πινομένῳ. μείγνυται καὶ ἀνωδύνοις ὁ φλοιὸς αὐτῆς καὶ τροχίσκοις, ἐναφεψηθεὶς δὲ οἴνῳ καὶ διακρατούμενος ὀδονταλγίαις ἀρήγει. ὁ δὲ χυλὸς
τῆς ῥίζης ἀμβλυωπίας μετὰ μέλιτος ἐγχρισθεὶς παραιτεῖται.
De materia medica. Dioscurides Pedianus. ed. Max Wellmann. United States. 2018.
Funding provided by Harvard Library Arcadia Fund.