οἱ δὲ κυνόμυιαν καλοῦσι· φύλλον ἔχει κορωνόποδι ὅμοιον, δασύ, κλῶνας δὲ σπιθαμιαίους· καὶ τὸ ὅλον δὲ βοτάνιον χορτῶδες. ἄρχεται δὲ αὐτοῦ ἡ κόμη ἀπὸ μέσου τοῦ καυλοῦ, κεφάλια δύο ἢ τρία ἐπʼ ἄκρου συνεστραμμένα, ἐν οἷς σπέρμα ψύλλοις ἐοικός, μέλαν, σκληρόν· φύεται ἐν ἀρούραις.
De materia medica. Dioscurides Pedianus. ed. Max Wellmann. United States. 2018.
Funding provided by Harvard Library Arcadia Fund.