ὢν ὁ τρίτος, λιπαρὸς καὶ ἁπαλὸς καὶ χνοώδης, ἄνθη λευκὰ ἔχων καὶ τὸ σπέρμα λευκόν· φύεται παρά θαλάττῃ καὶ ἐν ἐρειπίοις.
χυλίζεται δὲ ὁ καρπὸς ἁπαλὸς καὶ τὰ φύλλα καὶ οἱ καυλοὶ κοπτόμενοι καὶ ἐκθλιβόμενοι, ἐν ἡλίῳ ξηραινομένου τοῦ ὑγροῦ· χρῆσις δὲ αὐτοῦ πρὸς ἐνιαυτὸν διὰ τὸ εὔσηπτον.
De materia medica. Dioscurides Pedianus. ed. Max Wellmann. United States. 2018.
Funding provided by Harvard Library Arcadia Fund.