τριάκοντα, ἀνὰ φύλλα λ΄, ὑγιάζει δὲ καὶ ἴκτερον ταχέως ὁ χυλὸς τῶν φύλλων ποθεὶς ἐπί τινας ἡμέρας τριῶν κυάθων πλῆθος, τραύματά τε καὶ σύριγγας καὶ πτερύγια καταπλασθέντα μεθ᾿ ἁλὸς καὶ μέλιτος ἰᾶται· βοηθεῖ δὲ καὶ ἐντεροκηλικοῖς καὶ αἱμορραγίαν 1 2 ἵστησι πινόμενον καὶ καταπλασσόμενον. τέμνεται δὲ καὶ πρὸς καθαρμούς καὶ ἱερουργίας καὶ ἁγνείας.
De materia medica. Dioscurides Pedianus. ed. Max Wellmann. United States. 2018.
Funding provided by Harvard Library Arcadia Fund.