ἃ καὶ δασύνει τὰ φύλλα· καυλία δὲ λεπτά, πολλά, ἑκατέρωθεν φυλλάρια ἔχοντα λεπτά, τεταρσωμένα, ἐλάττονα δὲ πρὸς λόγον τὰ ἐπ᾿ ἄκρου τοῦ καυλοῦ, τὰ δ᾿ ἄνθη παρὰ τὰ 1
2 3 4 5 6 φύλλα πορφυροειδῆ, ἐν οἷς ἐστιν ὁ καρπὸς ἔχεως κεφαλῇ ὅμοιος· ῥίζα δὲ λεπτοτέρα δακτύλου, ὑπομέλαινα, ἥτις οὐ μόνον τοῖς δηχθεῖσιν ὑπὸ ἑρπετῶν βοηθεῖ ποθεῖσα μετ᾿ οἴνου ἀλλὰ καὶ τοὺς προπιόντας ἀδήκτους τηρεῖ, ὁμοίως δὲ καὶ τὰ φύλλα καὶ
ὁ καρπός· παύει δὲ καὶ ὀσφύος ἄλγημα καὶ γάλα κατασπᾷ μετ᾿ οἴνου ἢ ῥοφήματος ληφθεῖσα.
De materia medica. Dioscurides Pedianus. ed. Max Wellmann. United States. 2018.
Funding provided by Harvard Library Arcadia Fund.