αἰρίνῳ καὶ ὑδρομέλιτι διαφορεῖν φύγεθλα, ὅθεν καὶ ταῖς τοιαύταις ἐμπλάστροις μείγνυται· ἄγει δὲ καὶ καταμήνια προστεθεῖσα. φασὶ δὲ καὶ ἀφροδίσια παρορμᾶν τὴν ἀνωτέρω ῥίζαν σὺν οἴνῳ ποθεῖσαν, τὴν κατωτέραν δὲ ἀγόνους ποιεῖν, ἐντεροκηλικοῖς τε παιδίοις ὠφελίμως δίδοσθαι τὴν ἐπάνω ῥίζαν ἐν
ποτῷ σὺν ὕδατι.
De materia medica. Dioscurides Pedianus. ed. Max Wellmann. United States. 2018.
Funding provided by Harvard Library Arcadia Fund.