πίνεται μετʼ οἴνου δραχμῆς μιᾶς ὁλκὴ ἐπὶ ἡμέρας τεσσαράκοντα καὶ σπλῆνα ἐκτήκει καὶ κόπον λύει καὶ ὀρθόπνοιαν ὠφελεῖ καὶ λυγμόν, οὖρόν τε ἄγει ἀπὸ τῆς ἕκτης ἡμέρας αἱματῶδες· ἔστι δὲ καὶ ὠκυτόκιος. τὴν αὑτὴν δὲ καὶ τὰ φύλλα δύναμιν ἔχει· ἐπὶ ἡμέρας δὲ τριάκοντα ἑπτὰ ποθέντα ἀγόνους ποιεῖν ἱστορεῖται, συναλειφόμενα
δὲ μετ᾿ ἐλαίου ἐπὶ τῶν περιόδων τά φρικία παραιτεῖται.
De materia medica. Dioscurides Pedianus. ed. Max Wellmann. United States. 2018.
Funding provided by Harvard Library Arcadia Fund.