πρὸς θηριώδη ἔλκη καὶ ἀλωπεκίας δασύνει, χοιράδας σκορπίζει, ἀποσμᾷ πίτυρα καὶ ἀχῶρας σὺν κονίᾳ. σὺν λαδάνῳ δὲ καὶ μυρσινίνῳ καὶ σουσίνῳ ἢ καὶ ὑσσώπῳ καὶ οἴνῳ τρίχας ῥεούσας παρακρατεῖ, καὶ τὸ ἀφέψημα δὲ αὐτοῦ σὺν οἴνῳ καὶ κονίᾳ σμηχόμενον. ποιεῖ δὲ καὶ τούς ἀλεκτρυόνας καὶ τούς ὄρτυγας
μαχίμους εἶναι μειγνύμενον τῇ τροφῇ· φυ|τεύεται δὲ ἐπʼ ὠφελείᾳ 1 2 προβάτων ἐν ταῖς μάνδραις. φύεται δὲ ἐν παλισκίοις τόποις καὶ τοίχοις ἐνίκμοις καὶ περὶ τάς κρήνας.
De materia medica. Dioscurides Pedianus. ed. Max Wellmann. United States. 2018.
Funding provided by Harvard Library Arcadia Fund.