σίλφας συνάγει. τὰ δὲ φύλλα ἑφθὰ ἐν ὕδατι πρὸς οἰδήματα καὶ ὀφθαλμῶν φλεγμονὰς καταπλάσσεται, καὶ πρὸς σφακελίζοντα ἕλκη σὺν μέλιτι ἢ οἴνῳ, σὺν δὲ ὄξει τραύματα θεραπεύει καὶ σκορπιοπλήκτοις βοηθεῖ. τὰ δὲ τῆς ἀγρίας φύλλα πυρικαύτων ἐστὶ κατάπλασμα, τὰ δὲ τῆς θηλείας φύλλα φασὶ
μετὰ σύκων ξηρῶν συντιθέμενα ἄσηπτα αὐτὰ διαφυλάσσειν.
De materia medica. Dioscurides Pedianus. ed. Max Wellmann. United States. 2018.
Funding provided by Harvard Library Arcadia Fund.