ὑδρωπικοῖς τε δραχμῶν δυεῖν ὁλκὴ μεθ᾿ ὑδρομέλιτρς πυρέσσουσιν, ἀπυρέτοις δὲ σύν οἰνομέλιτι, ἰκτεριῶντάς τε καθίστησι καὶ καταμήνια ἄγει ὁλκὴ μία πινομένη μετ᾿ οἴνου. κοιλίαν δὲ δραχμαὶ τέσσαρες ποθεῖσαι καθαίρουσι μεθ᾿ ὑδρομέλιτος κυάθων δέκα· ποιεῖ καὶ πρὸς φθισικούς, ἐμπυϊκοὺς μετὰ
μέλιτος. ἀποτίθεσθαι δὲ δεῖ τὰ φύλλα ξηρὰ λεῖα ἐν κεραμεῷ ἀγγείῳ.
De materia medica. Dioscurides Pedianus. ed. Max Wellmann. United States. 2018.
Funding provided by Harvard Library Arcadia Fund.