λευκός, ἔξωθεν δὲ κροκίζων, λεῖος, λιπαρός, εὔθρυπτος, ταχέως δὲ διιέμενος, βαρύοσμος ὁ δὲ μέλας φαῦλος καὶ ὁ μαλακός· δολοῦται γὰρ ἀμμωνιακῷ καὶ κηρῷ. δοκιμάζεται δὲ ὕδατι διατριβόμενος τοῖς δακτύλοις· ὁ γάρ ἄδολος ἀνίεται καὶ γαλακτοῦται.
De materia medica. Dioscurides Pedianus. ed. Max Wellmann. United States. 2018.
Funding provided by Harvard Library Arcadia Fund.