ὥστε καὶ ἐπίτηδες κηπεύεσθαι διὰ τὴν ἐκ τοῦ ὀποῦ πρόσοδον. φύλλα δὲ ἔχει τραχέα, χαμαιπετῆ, χλωρὰ σφόδρα, πρὸς τὰ τῆς συκῆς, ἐν τῷ περιφερεῖ ἐπεσχισμένα πενταμερῶς· καυλὸν δὲ ὥσπερ νάρθηκος, ὑψηλότατον, ἔχοντα χνοῦν λεπτόν, λευκὸν καὶ φύλλα περὶ αὐτὸν μικρότατα· σκιάδιον δʼ ἐπʼ ἄκρου ὡς
ἀνήθου, ἄνθος δὲ μήλινον, σπέρμα εὐῶδες καὶ πυρωτικόν, ῥίζας πλείονας ἐκ μιᾶς ἀρχῆς, λευκάς, βαρυόσμους, παχύν ἐχούσας τὸν φλοιόν, ὑπόπικρον ἐν τῇ γεύσει.
De materia medica. Dioscurides Pedianus. ed. Max Wellmann. United States. 2018.
Funding provided by Harvard Library Arcadia Fund.