τε γὰρ ἄγει καὶ οὖρα κινεῖ πινόμενος· ὠφελεῖ καὶ στρόφους, σπάσματα, ῥήγματα, ἥπατος φλεγμονάς καὶ πρὸς ἑρπετὰ πινόμενός τε καὶ καταπλασσόμενος, κεφαλῆς τε ὀδύνην παραμυθεῖται ἑψηθεὶς σὺν ὄξει καὶ καταβραχεὶς μιγέντος αὐτῷ ῥοδίνου· μάλιστα δὲ ἐπὶ ληθάργου καὶ φρενίτιδος ἁρμόζει.
παύει δὲ καὶ ἔμετον αἵματος δραχμῶν τεσσάρων πλῆθος μετʼ ὄξους ποθείς.
De materia medica. Dioscurides Pedianus. ed. Max Wellmann. United States. 2018.
Funding provided by Harvard Library Arcadia Fund.