μιγὲν δὲ μέλιτι καὶ ἐκλειχθὲν εὐανάγωγα τὰ ἐκ θώρακος ποιεῖ. διαφορεῖ δὲ οἰδήματα πρόσφατα καταπλασθὲν μετ’ ὄξους καὶ αἵματος θρόμβους διαλύει καὶ θύμους καὶ ἀκροχορδόνας αἴρει, καὶ ἰσχιαδικοῖς μετʼ οἴνου καὶ ἀλφίτου ἐπιτεθὲν ἁρμόζει, ἀμβλυωποῦντάς τε ὠφελεῖ ἐσθιόμενον ἐν τροφῇ. εὔχρηστον
δὲ καὶ πρὸς τὴν ἐν ὑγιείᾳ χρῆσιν ἀντὶ ἀρτύματος.
De materia medica. Dioscurides Pedianus. ed. Max Wellmann. United States. 2018.
Funding provided by Harvard Library Arcadia Fund.