δὲ καὶ οὖλα ξηρά λεία κεκαυμένη, ἐπιπλασθεῖσα δὲ πραΰνει πᾶσαν φλεγμονὴν σὺν ἀλφίτῳ, καθʼ ἑαυτὴν δὲ ποδαγρικοῖς ἁρμόζει ἄχρι φοινίξεως τῆς ἐπιφανείας, σὺν κηρωτῇ δὲ ἰόνθους σβέννυσιν ὠφελεῖ δὲ καὶ σπληνικούς μεθʼ ἁλὸς καταπλασσομένη. τὸ δὲ ἀφέψημα αὐτῆς κνησμούς λουόμενον
παύει καὶ εἰς ἐγκάθισμα πρὸς ἐμπνευματώσεις καὶ σκληρίας καὶ ἀποστροφὰς ὑστέρας ἁρμόζει. καλοῦσι δέ τινες αὐτὴν βλήχωνα, ἐπειδὴ κατὰ τὴν ἄνθησιν τὰ γευσάμενα τῶν ποιμνίων βληχῆς ὑποπίμπλαται.
De materia medica. Dioscurides Pedianus. ed. Max Wellmann. United States. 2018.
Funding provided by Harvard Library Arcadia Fund.