καὶ σπληνικοῖς ποτιζόμεναι μετʼ ὄξους καὶ τοῖς ἰξίαν πεπωκόσι μετʼ οἴνου· καὶ ἔμμηνα δὲ ἄγουσι, βηξί τε καὶ περιπνευμονίαις σὺν μέλιτι ἐν ἐκλεικτῷ δίδοται. ἐστι δὲ τὸ πότημα ἐπιεικές, ὅθεν τοῖς ἀσώδεσι καὶ κακοστομάχοις καὶ ὀξυρεγμιῶσι δίδοται καὶ ἐφ᾿ ὧν ἄλυσις καὶ ναυτία καὶ θέρμη ὑποχονδρίων
παρακολουθεῖ, διαφορεῖ δὲ καὶ οἰδήματα καταπλασθεῖσα μετʼ ἀλφίτων.
De materia medica. Dioscurides Pedianus. ed. Max Wellmann. United States. 2018.
Funding provided by Harvard Library Arcadia Fund.