καὶ πινόμενον δὲ σὺν οἴνῳ ὠφελεῖ τοὺς δηχθέντας, ἰδίως δὲ ἁρμόζει ἐπὶ φαλαγγίων καὶ σκορπίων. βοηθεῖ δὲ καὶ ὀφθαλμῶν φλεγμοναῖς σὺν ἑφθῷ μήλῳ κυδωνίῳ ἢ μετὰ ἄρτου καταπλασθέν, διαφορεῖ καὶ φύματα μετὰ ὠμῆς λύσεως λεῖον ἑψηθέν. μείγνυται δὲ καὶ εἰς τὴν τοῦ ἰρίνου ἐλαίου σκευασίαν.
De materia medica. Dioscurides Pedianus. ed. Max Wellmann. United States. 2018.
Funding provided by Harvard Library Arcadia Fund.