ἑψηθὲν λέπρας ἀφίστησι καταπλασσόμενον θερμόν, καὶ πάσης φλεγμονῆς ἐν ἀρχῇ κατάπλασμα σύμφορον, μετὰ δὲ πηγάνου ἀποζέματος ἑψηθὲν μαστούς χονδριῶντας παύει καὶ ἐχεοδήκτοις ἁρμόζει καὶ στροφουμένοις. ἡ δʼ ἐκ τῶν ἀλεύρων ζύμη, θερμαντικὴ οὖσα καὶ ἐπισπαστική, ἰδίως τὰ ἐν πέλμασι λεπτύνει
καὶ τὰ ἄλλα φύματα καὶ δοθιῆνας σὺν ἁλ| σὶν ἐκπέσσει καὶ ἀναστομοῖ. τὸ δʼ ἐκ τῶν σητανίων πυρῶν ἄλευρον ἰοβόλοις ἁρμόζει καταπλασσόμενον σὺν ὄξει ἢ οἴνῳ, ἑψηθὲν δὲ κόλλης τρόπον καὶ ἐκλειχόμενον αἱμοπτυικοὺς ὠφελεῖ, καὶ πρὸς βῆχας καὶ ἀρτηρίας τραχυσμούς σύν ἡδυόσμῳ καὶ βουτύρῳ ἑψηθὲν
ποιεῖ· καὶ ἡ ἐξ αὐτῶν δὲ τῶν πυρῶν γῦρις ἑψηθεῖσα σὺν μελικράτῳ ἢ ὑδρελαίῳ πᾶσαν διαφορεῖ φλεγμονήν.
De materia medica. Dioscurides Pedianus. ed. Max Wellmann. United States. 2018.
Funding provided by Harvard Library Arcadia Fund.