φθείρει καταχριόμενον, λιποδέρμους τε τοὺς μὴ ἐκ περιτομῆς ἀποκαθίστησι, μαλασσομένης τῆς πόσθης τῷ μέλιτι, μάλιστα ἀπὸ βαλανείου, ἐφ᾿ ἡμέρας τριάκοντα. ἀποκαθαίρει δὲ καὶ τὰ ἐπισκοτοῦντα ταῖς κόραις, καὶ τὰ περὶ βρόγχον καὶ παρίσθμια καὶ συνάγχας διαχριόμενον καὶ ἀναγαργαριζόμενον θεραπεύει.
De materia medica. Dioscurides Pedianus. ed. Max Wellmann. United States. 2018.
Funding provided by Harvard Library Arcadia Fund.