τὰ ἔρια καὶ ἐκθλίψαντες τὸν ῥύπον ἕψουσι μεθʼ ὕδατος ἐν λέβητι πυρὶ κούφῳ, καὶ τὸ ἐφιστάμενον λίπος ἀφαιροῦντες πλύνουσιν ὕδατι, ὥσπερ εἴρηται, καὶ διυλίσαντες εἰς λοπάδιον κεραμεοῦν ἔχον ὕδωρ θερμὸν λινῷ τε ῥάκει περιπωμάσαντες τιθέασιν ἐν ἡλίῳ, μέχρι ἂν αὐταρκῶς παχὺς γένηται καὶ
λευκός· ἔνιοι δὲ διὰ δύο ἡμερῶν ἀποχέοντες τὸ πρῶτον ὕδωρ ἄλλο ἐπιχέουσιν. ἐστι δὲ βελτίων ὁ ἀστρούθιστος καὶ λεῖος, ὄζων ἐρίων οἰσυπηρῶν, ἀνατριβόμενός τε μεθʼ ὕδατος ψυχροῦ ἐν μύακι καὶ λευκαινόμενος καὶ οὐδὲν ἔχων ἐν ἑαυτῷ σκληρὸν ἢ συνεστηκὸς ὥσπερ ὁ δολιζόμενος κηρωτῇ ἢ στέατι.
De materia medica. Dioscurides Pedianus. ed. Max Wellmann. United States. 2018.
Funding provided by Harvard Library Arcadia Fund.