πρὸς ὀφθαλμῶν περιωδυνίας σὺν κρόκῳ καὶ ῥοδίνῳ, πρός τε τὰς περὶ δακτύλιον φλεγμονάς καὶ κονδυλώματα σὺν μελιλώτῳ. μετὰ ῥοὸς δὲ ἢ κηκίδος τηγανισθεῖσα καὶ βρωθεῖσα ἵστησι κοιλίαν, καὶ καθʼ ἑαυτὴν δὲ προσενεχθεῖσα.
ἐγχυματισθὲν ἐπὶ ὀφ θαλμῶν φλεγμαινόντων, κατακαύματά τε οὐκ 1 2 3 4 5 6 ἐᾷ φλυκταινοῦσθαι παραχρῆμα ἐπιχρισθέν, πρόσωπά τε ἀνεπίκαυτα τηρεῖ, ἀνακόλλημά τέ ἐστι ῥευματιζομένων σὺν λιβανωτῷ κατὰ τοῦ μετώπου ἐπιτιθέμενον, φλεγμονάς τε ὀφθαλμῶν πραύνει ἐρίῳ ἀναλημφθὲν καὶ ἐπιτεθὲν μιγέντος αὐτῷ ῥοδίνου
καὶ οἰνομέλιτος. ὠμὸν δὲ ῥοφηθὲν αἱμορροίδος δήγμασι βοηθεῖ, ἀκροχλιαρὸν δὲ πρὸς κύστεως δηγμοὺς καὶ ἕλκωσιν νεφροῦ καὶ τραχυσμοὺς ἀρτηρίας καὶ αἵματος ἀναγωγὰς καὶ κατάρρους καὶ θώρακος ῥευματισμοὺς ἁρμόζει.
De materia medica. Dioscurides Pedianus. ed. Max Wellmann. United States. 2018.
Funding provided by Harvard Library Arcadia Fund.