δηκτικόν, εὔτριπτον, διαφρασσόμενόν τε συνεχῶς φυσικοῖς ὑμέσι. δολοῦσι δέ τινες αὐτό, ἀμμωνιακὸν ἢ κόμμι συμπεφυραμένον αἵματι 1 2 3 4 5 6 7 kαὶ καστορίῳ ἐγχέοντες εἰς φῦσαν καὶ ξηραίνοντες. μάτην δὲ ἱστορεῖται ὅτι διωκόμενον τὸ ζῷον ἀποσπᾷ τοὺς διδύμους καὶ ῥίπτει· ἀδόνατον γάρ ἐστιν ἅψασθαι αὐτῶν, προστύπων ὄντων ὥσπερ ὑός. δεῖ δὲ διελόντας τὸ δέρμα κομίζεσθαι σὺν τῷ περιέχοντι ὑμένι τὸ ὑγρόν, ὃν μελιτῶδες, καὶ οὕτως
ξηράναντας ἀποτίθεσθαι.
De materia medica. Dioscurides Pedianus. ed. Max Wellmann. United States. 2018.
Funding provided by Harvard Library Arcadia Fund.