καὶ ἕλμινθας καὶ πρὸς δυσωδίαν στόματος διαμασᾶται, πρὸς δὲ μασχαλῶν μετὰ στυπτηρίας ὑγρᾶς διαχρίεται. σὺν οἴνῳ δὲ καὶ ἐλαίῳ διακλυζομένη ὀδόντας καὶ οὖλα κρατύνει κολλᾷ δὲ καὶ τὰ ἐν τῇ κεφαλῇ τραύματα ἐπιπασσομένη, καὶ τὰ τεθλασμένα ὦτα καὶ ἐψιλωμένα ὀστᾶ ἰᾶται σὺν κοχλίου σαρκὶ ἐπιχριομένη,
καὶ τὰ πυορροοῦντα τῶν ὤτων καὶ φλεγμαίνοντα σὺν 1 2 μηκωνίῳ καὶ καστορίῳ καὶ γλαυκίῳ.
De materia medica. Dioscurides Pedianus. ed. Max Wellmann. United States. 2018.
Funding provided by Harvard Library Arcadia Fund.