μυελῷ. οὕτως γὰρ ἀποβάλλει τὸ πολὺ τῆς δριμύτητος καὶ γίνεται μαλακτικόν· ἄλλως γὰρ συγκαίει καὶ σκληρύνει βιαιότατα πάντων τῶν παχέων μύρων. ποιεῖ καὶ τρὸς σύριγγας καὶ σῆ πας ἐναργῶς καὶ πρὸς ὑδροκήλας καὶ ἄνθρακας καὶ γαγγραίνας σὺν καρδαμώμῳ, πρός τε ῥίγη τὰ περιοδικὰ καὶ πρὸς τρόμους
καὶ τοὺς ὑπὸ τῶν ἰοβόλων θηρίων δακνομένους ἐν συγχρίσματι, ἐπίθεμά τε σκορπιοπλήκτοις καὶ φαλαγγιοδήκτοις σὺν ὀλύνθοις λείοις.
De materia medica. Dioscurides Pedianus. ed. Max Wellmann. United States. 2018.
Funding provided by Harvard Library Arcadia Fund.