σταθμῷ λίτρας ἕνδεκα οὐγγίας ὀκτὼ ἀποφυλλίσας ἀπόβρεχε νύκτα καὶ ἡμέραν ἐν τῷ ἐλαίῳ, εἶτα ἐξίπου καὶ ἀποτίθεσο. ἐκκενώσας δὲ τὸ ἀπὸ τῆς κυρτίδος ἐπίχει πάλιν τὸ ἴσον πλῆθος τοῦ ἐλαίου καὶ ἐξίπου. καλεῖται δὲ τοῦτο δευτερεῖον· τρίτην γὰρ οὐκ ἐπιδέχεται βροχήν. εἶτα προσφάτου ὠκίμου λαβὼν τὸ
ἴσον πάλιν ἀπόβρεχε, ὡς ἐπὶ τοῦ ῥοδίνου εἴρηται (I 43), τὸ δὲ ἤδη ἀποβεβρεγμένον ἐπιχέων καὶ ἐῶν τὸν αὐτὸν χρόνον ἔκθλιβε καὶ ἀποτίθεσο. κἂν τρὶς δὲ ἢ τετράκις θέλῃς, ἀπόβρεχε πρόσφατον ἀεὶ ὤκιμον ἐμβάλλων. δύναται δὲ καὶ ἐκ τοῦ ὀμφοκίνου σκευάζεσθαι· βέλτιον δὲ ἐκείνως.
De materia medica. Dioscurides Pedianus. ed. Max Wellmann. United States. 2018.
Funding provided by Harvard Library Arcadia Fund.