κἂν τοὐλάχιστον φθείρει τὸ μύρον. ἔνιοι δὲ αὐτὰ μόνα τὰ ῥόδα θλάσαντες ἐναποβρέχουσι τῷ ἐλαίῳ καὶ ἀλλάσσοντες παῤ ἡμέρας ἑπτὰ ἄχρι τρίτης βροχῆς οὕτως ἀποτίθενται. ἔνιοι δὲ προστύφουσι τὸ ἔλαιον, κάλαμον καὶ ἀσπάλαθον παρεμβάλλοντες, οἱ δὲ καὶ ἄγχουσαν ἕνεκα εὐχροίας καὶ ἅλας πρὸς τὸ μὴ
φθείρεσθαι.
De materia medica. Dioscurides Pedianus. ed. Max Wellmann. United States. 2018.
Funding provided by Harvard Library Arcadia Fund.