πέταλα, καὶ τὰς χεῖρας μέλιτι χρίσας εὐώδει ἀνακίνει πλεονάκις ὑποθλίβων ἠρέμα, ἔπειτα ἐάσας τὴν νύκτα ἔκθλιβε. ὅταν δὲ τὸ τρυγῶδες ὑποστῇ, ἄλλαξον τὸ ὑποδεχόμενον ἀγγεῖον, ἀποτίθεσο δὲ εἰς κρατῆρα μέλιτι κατακεχρισμένον. βαλὼν δὲ εἰς λουτηρίδιον τὰ ἐξιπωθέντα ῥόδα ἐπίχει λίτρας ὀκτὼ οὐγγίας τρεῖς
τοῦ ἐστυμμένου ἐλαίου καὶ πάλιν ἐξίπου.
De materia medica. Dioscurides Pedianus. ed. Max Wellmann. United States. 2018.
Funding provided by Harvard Library Arcadia Fund.