καὶ σκορπιοπλήκτοις, καὶ πρὸς τὰς περὶ μήτραν καταψύξεις καὶ μύσεις πυριωμένη ἁρμόζει, ἄγουσα ἔμμηνα. ποιεῖ δὲ καὶ τοῖς ἐνστομίοις ἕλκεσι καὶ νεμομένοις ξηρὰ λεῖα· μείγνυται καὶ μαλάγμασι θερμαντικοῖς καὶ εἰς τὰ στύμματα τῶν μύρων εὐχρηστεῖ.
De materia medica. Dioscurides Pedianus. ed. Max Wellmann. United States. 2018.
Funding provided by Harvard Library Arcadia Fund.