δήγμασι, καθόλου θερμαντικὴ ὑπάρχουσα. τὰ δὲ φύλλα αὐτῆς ἐπιπλάττεται ἀφεψηθέντα μετ᾿ οἴνου ἰσχιαδικοῖς ὠφελίμως. ἔστι δὲ καὶ εὐστόμαχος ταριχευθεῖσα ἐν γλυκεῖ᾿ ξηράναντες γὰρ αὐτὴν ἐπ᾿ ὀλίγον οἱ ἀλμευταί, εἶτα ἀφεψήσαντες ἀποβρέχουσιν ὕδατι ψυχρῷ, εἶτα βαλόντες εἰς ἕψημα ἀποτίθενται εἰς χρῆσιν.
De materia medica. Dioscurides Pedianus. ed. Max Wellmann. United States. 2018.
Funding provided by Harvard Library Arcadia Fund.