πρὸς ἀφροδίσια, τάς τε ἐρυσιπελατώδεις φλεγμονὰς πραύνει καταχριόμενος καὶ εἰς τὰς ὠ τικὰς χρησιμεύει. φασὶ δὲ καὶ ἀναιρετικὸν αὐτὸν εἶναι μεθ᾿ ὕδατος πινόμενον πλῆθος δραχμῶν τριῶν. πρὸς δὲ τὸ εὐλέαντον αὐτὸν γίνεσθαι δεῖ ἐν ἡλίῳ ψύγειν ἐν ὀστρακίνῳ ἀγγείῳ καινῷ θερμῷ· ταχέως δὲ δεῖ
στρέφειν. καὶ ἡ ῥίζα δὲ αὐτοῦ πινομένη σὺν γλυκεῖ οὖρα κινεῖ.
De materia medica. Dioscurides Pedianus. ed. Max Wellmann. United States. 2018.
Funding provided by Harvard Library Arcadia Fund.