μετ᾿ οἰνομέλιτος. ἄγει δὲ καὶ ἕλμινθα πλατεῖαν μεθ᾿ ὕδατος, σύγχρισμά τε ῥιγοῦσι μετ᾿ ἐλαίου πρὸ τῆς ἐπισημασίας καὶ παραλυτικοῖς. καθαίρει δὲ καὶ ἔφηλιν καταχρισθεὶς μεθ᾿ ὕδατος ἢ μέλιτος· μείγνυται δὲ καὶ μαλάγμασι καὶ ἀντιδότοις.
Ἑλενίου ῥίζας δολοῦντες αὐτόν. εὐχερὴς δὲ ἡ διάγνωσις· οὔτε γὰρ πυροῖ τὴν γεῦσιν τὸ Ἑλένιον οὔτε τὴν εὐωδίαν εὔτονον καὶ πληκτικὴν παρέχει.
De materia medica. Dioscurides Pedianus. ed. Max Wellmann. United States. 2018.
Funding provided by Harvard Library Arcadia Fund.