πεπαίνει καὶ διαφορεῖ, σκορπιοπλήκτους τε μετ᾿ ὠκίμου καταπλασθὲν ὠφελεῖ· παρηγορεῖ καὶ ὀφθαλμῶν φλεγμονὰς καὶ τὰς ἐν σπλάγχνοις σὺν σταφίδι, πρὸς δὲ τὰ γυναικεῖα καὶ ἐν προσθέτοις καὶ ἐγκαθίσμασι χρήσιμον. ποθὲν δὲ τὸ ἀφέψημα αὐτοῦ ἁρμόζει ἡπατικοῖς, νεφριτικοῖς, ποδαγρικοῖς. μείγνυται
δὲ καὶ ἀντιδότοις καὶ τοῖς πολυτελεστάτοις τῶν μύρων. δολίζουσι δέ τινες τὸ ἄμωμον τῇ λεγομένῃ ἀμωμίδι, ἐμφερεῖ οὔσῃ τῷ ἀμώμῳ, ἀνόσμῳ μέντοι καὶ ἀκάρπῳ, γεννωμένῃ δὲ ἐν Ἀρμενίᾳ, ἄνθος δὲ ἐχούσῃ ἐμφερὲς ὀριγάνῳ. ἀεὶ δὲ ἐν ταῖς τῶν τοιούτων δοκιμασίαις τὰ θραύσματα φεῦγε· ἐκλέγου δὲ τὰ
ἀπὸ μιᾶς ῥίζης ἔχοντα τοὺς ἰδίους κλάδους τελείους.
De materia medica. Dioscurides Pedianus. ed. Max Wellmann. United States. 2018.
Funding provided by Harvard Library Arcadia Fund.