δὲ καὶ τῇ δυνάμει. καλεῖται δέ τι καὶ ζιγγίβερι, ξυλοκινάμωμον ὄν, ἔχον δέ τινα ἐμφέρειαν κιναμώμῳ· τῇ ὄψει δὲ διακρίνεται καὶ τῷ βρωμώδει τῆς ὀσμῆς. τὸ δὲ ξυλοκινάμωμον λεγό- 1 μενον καὶ αὐτὸ ῥίζῃ τε καὶ ῥαβδίῳ τῷ πολυγονάτῳ ἔοικε κιναμώμῳ· ἔστι δὲ ξυλῶδες κινάμωμον, ἔχον ῥάβδους μακρὰς καὶ ῥωμαλέας καὶ τὴν εὐωδίαν πολὺ καταδεεστέραν. λέγεται δὲ ὑπ᾿ ἐνίων καὶ κατὰ γένος διαφέρειν τοῦ κιναμώμου τὸ ξυλοκινάμωμον, ἑτέρας ὂν φύσεως.
De materia medica. Dioscurides Pedianus. ed. Max Wellmann. United States. 2018.
Funding provided by Harvard Library Arcadia Fund.