στενήν, λείαν, μακρὰν καὶ παχεῖαν τοῖς συριγγίοις πλήρη, δηκτικὴν ἐν τῇ γεύσει καὶ στύφουσαν μετὰ ποσῆς πυρώσεως, ἀρωματίζουσαν, οἰνίζουσαν τῇ ὀσμῇ. ἡ δὲ τοιαύτη ὑπὸ τῶν ἐπιχωρίων ἄχυ καλεῖται, δαφνῖτις δὲ προσαγορεύεται ὑπὸ τῶν ἐν Ἀλεξανδρείᾳ ἐμπόρων. πρὸ δὲ ταύτης ἐστὶν ἡ μέλαινα καὶ
ἐμπόρφυρος, παχεῖα, γίζιρ καλουμένη, ῥοδίζουσα τῇ ὀσμῇ, μάλιστα πρὸς τὴν ἰατρικὴν τέχνην εὔθετος, δευτερεύει δὲ ἡ προειρημένη, τρίτη δέ ἐστιν ἡ καλουμένη βάτος Μοσυλῖτις.
De materia medica. Dioscurides Pedianus. ed. Max Wellmann. United States. 2018.
Funding provided by Harvard Library Arcadia Fund.