ξηραὶ δὲ πληροῦσιν ἕλκη καὶ ἀνακαθαίρουσι μετὰ μέλιτος καὶ τὰ ἐψιλωμένα τῶν ὀστέων σαρκοῦσιν. ὠφελοῦσι δὲ καὶ κεφαλαλγίας σὺν ὄξει καὶ ῥοδίνῳ καταπλασθεῖσαι, φακούς τε καὶ ἐφήλεις ἀποκαθαίρουσι σὺν ἐλλεβόρῳ λευκῷ διπλασίονι καὶ μέλιτι καταχρισθεῖσαι. μείγνυνται δὲ καὶ πεσσοῖς
καὶ μαλάγμασι καὶ ἀκόποις, καὶ καθόλου εἰσὶ πολύχρηστοι.
De materia medica. Dioscurides Pedianus. ed. Max Wellmann. United States. 2018.
Funding provided by Harvard Library Arcadia Fund.