Dialogue with Trypho. Justin Martyr. ed. Georges Archambault. Paris. 1909.
Table of Contents
Search the Perseus Catalog for:
Search the Perseus Catalog for:
[1] Καὶ γὰρ τὸ εἰρημένον ἐν τῷ νόμῳ, ὅτι Ἐπικατάρατος πᾶς ὁ κρεμάμενος ἐπὶ ξύλου [Dtn., XXI, 23; cf. Gal., III, 13], οὐχ ὡς τοῦ θεοῦ καταρωμένου τούτου τοῦ ἐσταυρωμένου, [fol. 150] ἡμῶν τονοῖ τὴν ἐλπίδα ἐκκρεμαμένην ἀπὸ τοῦ σταυρωθέντος Χριστοῦ, ἀλλ᾿ ὡς προειπόντος τοῦ θεοῦ τὰ ὑφ᾿ ὑμῶν πάντων καὶ τῶν ὁμοίων ὑμῖν, μὴ ἐπισταμένων τοῦτον εἶναι τὸν πρὸ πάντων ὄντα καὶ αἰώνιον τοῦ θεοῦ ἱερέα [cf. PS., CIX, 4] καὶ βασιλέα καὶ Χριστόν μέλλοντα γίνεσθαι.
[2] Ὅπερ καὶ ὄψει ἰδεῖν ὑμῖν ἔστι γινόμενον· ὑμεῖς γὰρ ἐν ταῖς συναγωγαῖς ὑμῶν καταρᾶσθε πάντων τῶν ἀπ᾿ ἐκεῖνου γενομένων Χριστιανῶν, καὶ τὰ ἄλλα ἔθην, ἃ καὶ ἐνεργῆ τὴν κατάραν ἐργάζονται, ἀναιροῦντα τοὺς μόνον ὁμολογοῦντας ἑαυτοὺς εἶναι Χριστιανούς· οἷς ἡμεῖς ἅπασι λέγομεν, ὅτι Ἀδελφοὶ ἡμῶν [cf. IS., LXVI, 5] ἐστε, ἐπίγνωτε μᾶλλον τὴν ἀλήθειαν τοῦ θεοῦ. Καὶ μὴ πειθομένων ἡμῖν μήτε ἐκείνων μήτε ὑμῶν, ἀλλὰ ἀρνεῖσθαι ἡμᾶς τὸ ὄνομα τοῦ Χριστοῦ ἀγωνιζομένων, θανατοῦσθαι μᾶλλον αἱρούμεθα καὶ ὑπομένομεν, πεπεισμένοι ὅτι πανθ᾿ ὅσα ὑπέσχηται ὁ θεὸς διὰ τοῦ Χριστοῦ ἀγαθὰ ἀποδώσει ἡμῖν.
[3] Καὶ πρὸς τούτοις πᾶσιν εὐχόμεθα ὑπὲρ ὑμῶν, ἵνα ἐλεηθῆτε ὑπὸ τοῦ Χριστοῦ. Οὗτος γὰρ ἐδίδαξεν ἡμᾶς καὶ ὑπὲρ τῶν ἐχθρῶν εὔχεσθαι, εἰπών· Γίνεσθε χρηστοὶ καὶ οἰκτίρμονες, ὡς καὶ ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος [cf. LUC, VI, 35-36]. Καὶ γὰρ τὸν παντοκράτορα θεὸν χρηστὸν καὶ οἰκτίρμονα ὁρῶμεν. τὸν ἥλιον αὐτοῦ ἀνατέλλοντα ἐπὶ ἀχαρίστους [fol. 150] καὶ δικαίους, καὶ βρέχοντα ἐπὶ ὁσίους καὶ πονηρούς [cf. ibid. et MT., V, 45], οὓς πάντας ὅτι καὶ κρίνειν μέλλει ἐδίδαξε.
Current edition Perseus
Dialogus cum Tryphone (Greek) (Justin Marytyr. Dialogue avec Tryphon. Archambault, Georges, editor. Paris: Librairie Alphones Picard, 1909.)