Dialogue with Trypho. Justin Martyr. ed. Georges Archambault. Paris. 1909.
Table of Contents
Search the Perseus Catalog for:
Search the Perseus Catalog for:
[1] Κἀγὼ πάλιν ἀναλαβὼν τὸν λόγον, ὁπόθεν τὴν ἀρχὴν ἐπεπαύμην ἀποδεικνύων ὅτι ἐκ παρθένου γεννητος καὶ διὰ παρθένου γεννηθῆναι αὐτὸν διὰ Ἡσαίου ἐπεπροφήτευτο, καὶ αὐτὴν προφητείαν πάλιν ἔλεγον.
[2] Ἔστι δὲ αὕτη· Καὶ προσέθετο κύριος λαλῆσαι τῷ Ἄχαζ, λέγων· Αἴτησαι σεαυτῷ σημεῖον παρὰ κυρίου τοῦ θεοῦ σου εἰς βάθος ἢ εἰς ὕψος. Καὶ εἶπεν Ἄχαζ· Οὐ μὴ αἰτήσω οὐδὲ μὴ πειράσω κύριον. Καὶ εἶπεν Ἡσαίας· Ἀκούσατε δή, οἶκος Δαυΐδ. Μὴ μικρὸν ὑμῖν ἀγῶνα παρέχειν ἀνθρώποις; Καὶ πῶς κυρίῳ παρέχετε ἀγῶνα; Διὰ τοῦτο δώσει κύριος αὐτὸς ὑμῖν σημεῖον· ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ λή[fol. 120]ψεται καὶ τέξεται υἱόν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ. Βούτυρον καὶ μέλι φάγεται.
[3] Πρὶν ἢ γνῶναι αὐτὸν ἢ προελέσθαι πονηρὰ ἐκλέξεται τὸ ἀγαθόν· διότι, πρὶν ἢ γνῶναι τὸ παιδίον κακὸν ἢ ἀγαθόν, ἀπειθεῖ πονηρὰ τοῦ ἐκλέξασθαι τὸ ἀγαθόν. Διότι, πρὶν ἢ γνῶναι τὸ παιδίον καλεῖν πατέρα ἢ μητέρα, λήψεται δύναμιν Δαμασκοῦ καὶ τὰ σκύλα Σαμαρείας ἔναντι βασιλέως Ἀσσυρίων. Καὶ καταληφθήσεται ἡ γῆ, ἥν σὺ σκληρῶς οἴσεις ἀπὸ προσώπου τῶν δύο βασιλέων. Ἀλλ᾿ ἐπάξει ὁ θεὸς ἐπὶ σὲ καὶ ἐπὶ τὸν λαόν σου καὶ ἐπὶ τὸν οἶκον τοῦ πατρός σου ἡμέρας, αἳ οὐδέπω ἥκασιν, ἀπὸ τῆς ἡμέρας ἧς ἀφεῖλεν Ἐφραῒμ ἀπὸ Ἰούδα τὸν βασιλέα Ἀσσυρίων [Is., VII, 10-16; VIII, 4; VII, 16-17].
[4] Καὶ ἐπέφερον· Ὅτι μὲν οὖν ἐν τῷ γένει τῷ κατὰ σάρκα Ἀβραὰμ οὐδεὶς οὐδέποτε ἀπὸ παρθένου γεγέννηται οὐδὲ λέλεκται γεγεννημένος ἀλλ᾿ ἢ οὗτος ὁ ἡμέτερος Χριστός, πᾶσι φανερόν ἐστι.
Current edition Perseus
Dialogus cum Tryphone (Greek) (Justin Marytyr. Dialogue avec Tryphon. Archambault, Georges, editor. Paris: Librairie Alphones Picard, 1909.)