Dialogue with Trypho. Justin Martyr. ed. Georges Archambault. Paris. 1909.
Table of Contents
Search the Perseus Catalog for:
Search the Perseus Catalog for:
[1] Ἵνα δὲ μὴ πρόφασιν ἔχητε λέγειν ὅτι ἔδει τὸν Χριστὸν σταυρωθῆναι, ἢ καὶ ἐν τῷ γένει ὑμῶν εἶναι τοὺς παραβαίνοντας, καὶ οὐκ ἂν ἄλλως ἐδύνατο γενέσθαι, φθάσας διὰ βραχέων εἶπον, ὅτι βουλόμενος τοὺς ἀγγέλους καὶ τοὺς ἀνθρώπους ἕπεσθαι τῇ βουλῇ αὐτοῦ ὁ θεὸς ἐβουλήθη ποιῆσαι τούτους αὐτεξουσίους πρὸς δικαιοπραξίαν. μετὰ λόγου τοῦ ἐπίστασθαι αὐτοὺς ὐφ᾿ οὗ γεγόνασι, καὶ δι᾿ ὅν εἰσι πρότερον οὐκ ὄντες, καὶ μετὰ νόμου τοῦ ὑπ᾿ αὐτου κρίνεσθαι, ἐὰν παρὰ τὸν ὀρθὸν λόγον πράττωσι· καὶ δι᾿ ἑαυτοὺς ἡμεῖς, οἱ ἄνθρωποι καὶ οἱ ἄγγελοι, ἐλεγχθησόμεθα πονηρευσάμενοι, ἐὰν μὴ φθάσαντες μεταθώμεθα.
[2] Εἰ δὲ ὁ λόγος τοῦ θεοῦ προμηνύει πάντως τινὰς καὶ ἀγγέλους καὶ ἀνθρώπους κολασθήσεσθαι μέλλοντας, διότι προεγίνωσκεν αὐτοὺς ἀμεταβλήτως γενησομένους πονηρούς, προεῖπε ταῦτα, ἀλλ᾿ οὐχ, ὅτι αὐτοὺς ὁ θεὸς τοιούτους [fol. 192] ἐποίησεν. Ὥστε, ἐὰν μετανοήσωσι, πάντες βουλόμενοι τυχεῖν τοῦ παρὰ τοῦ θεοῦ ἐλέους δύνανται, καὶ μακαρίους αὐτοὺς ὁ λόγος προλέγει εἰπών· Μακάριος, ᾧ οὐ μὴ λογίσηται κύροις ἁμαρτίαν [PS., XXXI, 2]· τοῦτο δέ ἐστιν, ὅς μετανοήσας ἐπὶ τοῖς ἁμαρτήμασι τῶν ἁμαρτημάτων παρὰ τοῦ θεοῦ λάβῃ ἄφεσιν, ἀλλ᾿ οὐχ, ὡς ὑμεῖς ἀπατᾶτε ἑαυτοὺς καὶ ἄλλοι τινὲς ὑμῖν ὅμοιοι κατὰ τοῦτο, οἳ λέγουσιν ὅτι, κἂν ἁμαρτωλοὶ ὦσι, θεὸν δὲ γινώσκουσιν, οὐ μὴ λογίσηται αὐτοῖς κύριος ἁμαρτίαν.
[3] Μαρτύριον δὲ τούτου τὴν μίαν τοῦ Δαυῒδ διὰ τὴν καύχησιν αὐτοῦ γενομένην παράπτωσιν ἔχομεν [cf. PS., XXVI, 2 suiv.], ἥτις τότε ἀφείθη, ὅτε οὕτως ἔκλαυσε καὶ ἐθρήνησεν ὡς γέγραπται [cf. II R., XII, 13]. Εἰ δὲ τῷ τοιούτῳ ἄφεσις πρὶν μετανοῆσαι οὐκ ἐδόθη, ἀλλ᾿ ὅτε τοιαῦτα ἔκλαυσε καὶ ἔπραξεν ὁ μέγας οὗτος βασιλεὺς καὶ χριστὸς καὶ προφήτης, πῶς οἱ ἀκάθαρτοι καὶ πάντα ἀπονενοημένοι, ἐὰν μὴ θρηνήσωσι καὶ κόψωνται καὶ μετανοήσωσιν, ἐλπίδα ἔχειν δύνανται ὅτι οὐ μὴ λογίσηται αὐτοῖς κύριος ἁμαρτίαν;
[4] Καὶ ἡ μία δὲ αὕτη τῆς παραπτώσεως τοῦ Δαυῒδ πρὸς τὴν τοῦ Οὐρίου γυναῖκα πρᾶξις, ὦ ἄνδρες, ἔφην, δείκνυσιν ὅτι οὐχ ὡς πορνεύοντες πολλὰς ἔσχον γυναῖκας οἱ πατριάρχαι, ἀλλ᾿ οἰκονομία τις καὶ μυστήρια πάντα δι᾿ αὐτῶν ἀπετελεῖτο· ἐπεὶ εἰ συνεχωρεῖτο, ἣν βούλεταί τις καὶ ὡς βούλεται καὶ ὅσας βούλεται, λαμβάνειν [fol. 192] γυναῖκας, ὁποῖον πράττουσιν οἱ ἀπὸ τοῦ γένους ὑμῶν ἄνθρωποι, κατὰ πᾶσαν γῆν, ἔνθα ἂν ἐπιδημήσωσιν ἢ προσπεμφθῶσιν, ἀγόμενοι ὀνόματι γάμου γυναῖκας, πολὺ μᾶλλον ἂν τῷ Δαυῒδ τοῦτο συνεχωρεῖτο πράξειν.
[5] Ταῦτα εἰπών, ὦ φίλτατε Μάρκε Πομπήϊε, ἐπαυσάμην.
Current edition Perseus
Dialogus cum Tryphone (Greek) (Justin Marytyr. Dialogue avec Tryphon. Archambault, Georges, editor. Paris: Librairie Alphones Picard, 1909.)