B
τὸ προταχθὲν ζῷον μόρια κέκτηται, εἶτα περὶ τῆς ὀχείας αὐτοῦ καὶ πόσους 2 3 κύειν δύναται μῆνας, περί τε τῆς ἐκτέξεως ποῖα καὶ πόσα ὑπομένει τίκτειν βρέφη· ἐπὶ πᾶσι δὲ τίς ὁ βίος τοῦ προγραφέντος ζῴου καὶ ποῖον τὸ ἦθος καὶ πόσα δύναται ζῆν ἔτη. τοῦτο δὲ ἐπειράσθην ποιῆσαι, ἵνα μὴ διῃρημένην ἐν πολλοῖς τὴν ὑπὸ Ἀριστοτέλους περὶ ζῴων πραγματείαν ἐπιπορεύῃ,
συνηγμένην δὲ ὁμοῦ πᾶσαν τὴν ἐφ᾿ ἑνὶ ἑκάστῳ ζῴῳ ἱστορίαν ἔχῃς.
λεγομένων ἰχθύων, ἐπειδὴ καὶ αὐτοὶ δοκοῦσι ζῳοτοκεῖν, ἀλλ᾿ οὐκ ᾠοτοκεῖν.
αὐχένι ἐπικείμενον, μόρια δὲ ταύτης βρέγμα, κορυφή, ἰνίον καὶ τἆλλα· καὶ πρόσωπόν ἐστι τὸ ὑπὸ τὸ κρανίον ὑποκείμενον, μέρη δὲ αὐτοῦ ῥίς, ὦτα, σιαγόνες καὶ τὰ ἄλλα. τὸν αὐτὸν δὲ τρόπον καὶ ἐπὶ τῶν λοιπῶν πεποίηκε καὶ τὰ μέλη εἰς μέρη τέμνων ὑποδεικνύειν πειρᾶται.
Ἀριστοτέλει ποιεῖν περισσὸν ἥγημαι· τὰ δὲ ἰδίως συμβεβηκότα τῷ ἀνθρώπῳ καὶ τὰ ἄλλα ὅσα ἱστορίας ἄξιά ἐστιν, ἐκπίπτει δὲ τοὺς πολλούς, ὑποδεικνύειν πειράσομαι.
ἡ δὲ ὀσφὺς ἐκ πέντε.
ἑαυτὸν ζῴων. περὶ δὲ τοῦτον ὑμήν ἐστι δερματικὸς ὃς καλεῖται μῆνιγξ. ἔχει δὲ τὴν λεγομένην παρεγκεφαλίδα μόνος ὁ ἄνθρωπος, ἥτις ἐσχάτη τοῦ ἐγκεφάλου κεῖται, μέρος αὐτοῦ οὖσα. ἔστι δὲ ὁ ἐγκέφαλος ἄναιμος καὶ θιγγανόμενος τοῦ ἀνθρώπου ζῶντος ψυχρός.
προσπέφυκε δὲ ταύτῃ ὁ λεγόμενος οἰσοφάγος. εἰλήφει δ᾿ οὗτος τὴν ὁμωνυμίαν ἀπὸ τοῦ περὶ αὐτὸν μήκους καὶ τῆς στενότητος.
τροφὴν ἐπιπωματίζει τὴν ἀρτηρίαν κωλύουσα ὧν οὐ δέον αὐτήν ἐστι λαμβάνειν. συμβαίνει δὲ ἐμπνευματουμένης τῆς ἀρτηρίας ὑπὸ τοῦ ἐκτὸς πνεύματος εὐθέως διίστασθαι καὶ εἰς τὸν πνεύμονα διαδίδοσθαι· διαδίδοται γὰρ τὸ πνεῦμα εἰς τὰς τούτου ὀπάς. ἔχει γὰρ ὁ πνεύμων διαφύσεις χονδρὰς εἰς ὀξὺ συναγομένας, ἐκ δὲ τῶν διαφύσεων τὰ τρήματα ἐκ μεγάλων
εἰς ἐλάχιστα διαδιδόμενα· ἔχει δὲ καὶ ἐκφύσεις ἡ προειρημένη ἀρτηρία προσηνωμένας τῇ καρδίᾳ, ἰνώδεις καὶ χονδρώδεις καὶ πιμελώδεις· καθ᾿ ἃ δὲ μέρη συνήνωται, κοιλία ἐστίν. ὅθεν ἐμπνευματουμένης τῆς κοιλίας συνδιίσταται ἡ καρδία, δῆλον ὡς δεχομένη τὸ πνεῦμα παῤ αὐτῆς. τοῦτο δὲ τεθεώρηται ἐπὶ τῶν μειζόνων ἀνατομῶν.
τοῦτον ἔχει τὸν τρόπον καὶ οὕτως δέχεται τὸ πνεῦμα καὶ ἀφίησιν· ἄλλο δὲ οὔτε ὑγρὸν οὐδὲν οὔτε ξηρὸν ἐπιδέχεται· ἡ δὲ δεξαμένη πόνον παρέχει ἕως οὖ ἀναβήξῃ καὶ ἀναβάλῃ τὸ κατελθόν.
λεπτοῖς, ἀποτελευτᾷ δὲ διὰ τοῦ ζώματος εἰς τὴν κοιλίαν τὴν λεγομένην ἄνω, νευρώδης ὢν τῇ φύσει καὶ τάσιν ἔχων.
οὐδὲν εἴρηκεν ὁ Ἀριτοτέλης.
ἤρτηται, ἔστι δὲ τὴν φύσιν ὑμὴν πιμελώδης. ὑπεράνω δὲ τῶν ἐντέρων τὸ μέσον ὑμενῶδές ἐστι καὶ πῖον, ἐξήρτηται δὲ ἐκ τῆς μεγάλης φλεβὸς καὶ τῆς καλουμένης ἀορτῆς, καὶ διὰ τούτου φλέβες πολλαὶ καὶ λεπταὶ κατατείνουσι πρὸς τὴν τῶν ἐντέρων φύσιν. τὰ μὲν οὖν περὶ τὸν στόμαχον καὶ ἀρτηρίαν καὶ ἔτι περὶ τὴν κοιλίαν καὶ ἔντερα τοιοῦτον ἔχει τὸν τρόπον.
κάτωθεν δὲ ἐκ τῆς προσφύσεως τῆς καρδίας κατὰ μὲν τὴν μεγίστην αὐτῆς 12 13 κοιλίαν, λέγω δὴ τὴν ἐν τοῖς δεξιοῖς, προσήρτηται ἡ μεγάλη λεγομένη φλέψ, κατὰ δὲ τὴν μέσην αὐτῆς κοιλίαν προσήρτηται ἡ καλουμένη ἀορτὴ φλέψ.
προεῖπον, διαδιδόασι τὸ πνεῦμα. ἔχει δὲ ἐν ἑκάστῃ κοιλίᾳ ἡ καρδία αἷμα πολὺ καὶ παχύ, λεπτότατον δέ ἐστι τὸ ἐν τῇ μέσῃ.
πῇ μὲν γὰρ διίσταται, πῇ δὲ συστέλλεται, ὅθεν καὶ ἀθεράπευτος· τῇ γὰρ πυκνοτέρᾳ κινήσει ἐναντία πᾶσα θεραπεία ἐπ᾿ αὐτοῦ.
δὲ τὸν | πνεύμονά ἐστι τὸ διάζωμα· οἱ δὲ διάφραγμα, ἄλλοι δὲ φρένας. 14 προσαγορεύουσιν· ὑμὴν νευρώδης. καὶ πρὸς μὲν τὰς πλευρὰς ἀμφοτέρας καὶ τὸ ὑποχόνδριον καὶ τὴν ῥάχιν συνηρτημένος ἐστίν, ἐν μέσῳ δὲ ἔχων λεπτά.
εἴρηκεν ὁ Ἀριστοτέλης. καὶ ἐπὶ μὲν πολλῶν φησιν οὐκ ἔχον ἐφ᾿ ἑαυτῷ χολὴν τεθεώρηται, ἀλλὰ παρὰ τῷ ἐντέρῳ· ἐπὶ δὲ ὀλίγων τοῦτο ὦπται. ἐκ δὲ τῶν εὐωνύμων σπλὴν μέλας, λεπτός, ἄνισος, πλατύς.
ἐξήρτηνται φλέβες μέγεθος ἔχουσαι. τῷ δὲ ἐκ τῆς κύστεως τραχήλῳ συνήνωται τὸ αἰδοῖον, ἐκ δὲ τούτου ὄρχεις ἐν ὀσχέῳ κεῖνται.
θέσις αὐτῆς μεταξὺ. ἀρχοῦ καὶ κύστεως, μικρὸν ὑπεράνω τῆς ἤβης· τὸ δὲ σχῆμα αὐτῆς ἐκ τῶν ὑπογραφῶν τῶν ἐν ταῖς ἀνατομαῖς θεωρεῖται.
μόνον ὁ τράχηλος αὐτῆς, ἀλλὰ καὶ τὸ ὅλον κύτος· εἰσὶ δὲ αἷς καὶ ἀνεδιπλώθη καὶ πρὸς τὴν ἐπιφάνειαν ἧλθεν. ἀλλὰ περὶ μὲν τῶν μορίων τῶν ἐντὸς καὶ ἐκτὸς ὡς ἐν ἐπιδρομῆς μέρει ἐπὶ τοσοῦτόν μοι ἐπιτετροχάσθω.
τῷ θέρει.
τοῦ σπέρματος οὐσίας καὶ πόθεν φέρεται κατὰ τὸ οἰκεῖον ἐν τῷ πρὸ τούτου συντάγματι καταριθμήσας ἐξεθέμην.
Αἰγύπτῳ καὶ ἐν πολλοῖς τόποις· ἡμέρας μὲν γὰρ ἐν τῷ ὑγρῷ, νυκτὸς δὲ 19 20 ἐπὶ τῆς χέρσου. τροφὴ δὲ αὐτοῖς ὅσα παρὰ τὸν ποταμὸν καὶ τὰ ἕλη φύεται.
καὶ πληκτικωτέρα μᾶλλον. ἔστι δὲ καὶ δύσφημον τὸ θῆλυ καὶ δυσέλπιστον καὶ ἀναιδέστερον καὶ εὐαπατητότερον καὶ μνημονικώτερον καὶ ἀκινητότερον καὶ τροφῆς ἐλάττονος δεῖται. παρεκτικώτερον δὲ καὶ μεγαλοψυχότερον τὸ ἄρρεν.
μικρὸν εὐκινήτου, τὸ δὲ πλατὺ ἐκστατικοῦ· τούτων δὲ τὸ μέσον ἄριστον. ὀφρύες αἱ μὲν ἐπ᾿ ὀρθοῦ κείμεναι μαλακὸν καὶ χρηστὸν ἧθος ὑπογράφουσιν, 21 αἱ δὲ πρὸς τὴν ῥῖνα κεκλασμέναι στρυφνόν, αἱ δὲ πρὸς τοὺς κροτάφους κεκλασμέναι εἴρωνα, αἱ δὲ κατεσπασμέναι φοβερόν. κανθοὶ οἱ μὲν μικροὶ καλοῦ ἤθους σημεῖον, οἱ δὲ κρεώδεις πρὸς τῷ μυκτῆρι πονηροῦ. καὶ ἐὰν
μὲν ὅλος ὁ ὀφθαλμὸς ἔξω ἐξίσχῃ ἀναιδοῦς ἦθος· μικρὸς δὲ ὑπάρχων πανούργου καὶ ἀβεβαίου, ὁ δὲ μέσος ἄριδτος. ἀλλὰ ταῦτα μὲν ὑπογραφῆς χάριν εἰρήσθω, πλειόνων δυναμένων λέγεσθαι.
καὶ θαλασσίους σκολοπένδρας.
τοῖς θηρίοις καὶ δάκνονται· καὶ τὰ μὲν γνήσια οὐ πάσχει, τὰ δὲ νόθα, ξένης ὄντα γενέσεως ἀποθνήσκει φαρμασσόμενα.
καὶ ἀλλήλων θήρας ἀνεπιβουλεύτους τῷ θηράσαντι ἑκάτερον γένος συντηρεῖ, καὶ συναναστρέφονται οὕτως ἀλλήλοις ὡς μόλις ἂν εὑρεθεῖεν πρὸς ἀνθρώπους συμβιοῦντες ἄνθρωποι.
αὐτὴν χρῶνται· οἱ δὲ ὑπὸ ταῖς τῶν ἰχθύων πλευραῖς, φυκία ἐπιβάλλοντες αὐτοῖς· οἱ δὲ τὰς τῶν ἐλαιῶν κορυφὰς ἀλλήλαις συνάπτοντες, εἶτα χρῶνται σκηνώμασι. τὴν δὲ τοιαύτην ἐλαίαν καρπὸν φέρειν φησὶ κασταναϊκῷ καρύῳ προσεμφερῆ. τὸ δὲ τέταρτον | τῶν ἰχθυοφάγων γένος τὴν οἴκησιν ἔχει 24 τοιαύτην. ἄμμου φόρτος ἄπλετος ἐκ τοῦ παντὸς αἰῶνος, ὄρει παραπλήσιος,
σεσώρευται, καὶ πᾶς οὗτος ὑπὸ τοῦ προσβάλλοντος ἀεὶ κύματος σκληρῶς πεπιλημένος, ὥστε ὁμογενοῦς ὄγκου καὶ μίαν φύσιν ἔχοντος διὰ τὴν μίξιν καὶ συμπλοκὴν τῆς ἄμμου μηδὲν παραλλάσσειν· εἶτα ὑπονόμους αὐτοῖς ἀνδρομήκεις ὀρύττουσι, τὸν μὲν κατὰ κορυφὴν ὄγκον ἐῶντες ὠχυρῶσθαι καὶ στέγην διὰ τῆς εἰρημένης συνδέσεως ἔχοντες, ἐκ δὲ τοῦ κάτωθεν
ἐδάφους παραμήκεις αὐλῶνας κατασκευάζοντες, πρὸς ἀλλήλους πάντοθεν συντετρημένους, ἐν οἷς τέως μέν τινες τὰ πρὸς τὸν ἄνεμον φωτίσαντες ἄγουσιν ἡσυχίαν, ἐπὰν δὲ πλημμυρὶς ἐπέλθῃ, τὰ πρὸς τὴν ἄγραν ὡς προείρηται, παρασκευάζονται. τοὺς μέντοι τελευτῶντας αὑτῶν οὐδεμιᾶς ἀξιοῦσι προνοίας, ἀπαθῆ πρὸς τὸν ἐκ δόξης ἔλεον κεκτημένοι τὴν γνώμην· διὸ
καὶ κεῖσθαι ἐρριμμένους ἐῶσιν, ἕως ἂν ἄμπωτις ἐπιγενομένη τροφὴν εἰς τὴν θάλασσαν κομίσῃ τούτοις τοῖς ἰχθύσι.
ἐπιγνῶναι οὔτε ὅπως, λισσῆς μὲν πέτρας ἄνωθεν ἐπεζευγμένης, ἐκ πλαγίου δὲ κρημνῶν ἀφαιρουμένων τὰς παρόδους, τὴν δὲ ἀπέναντι πᾶσαν ὁρίζοντος, ὃ καὶ πεζῇ μὲν ἐλθεῖν παντελῶς, ὡς εἶπον, ἀδύνατον, σχεδίαις δὲ ὁμοίως ἀπορίᾳ τῶν παῤ ἡμῖν ἐξ ἴσου ἄπορον. τούτων δὲ ὑφεστώτων, φησί, λοιπὸν εἰπεῖν ὡς αὐθιγενεῖς εἰσι μνήμην τοῦ πρώτου σπέρματος οὐ λαβόντες, ἀεὶ
δὲ ὑπάρχοντες ὃν τρόπον ἔνιοι τῶν καλουμένων ὡρίσαντο φυσικῶν.
ὡς ἑβδομήκοντα, τετραμμέναι δὲ πρὸς τὸ δοκοῦν πέλαγος παρεκτείνειν τὴν Ἰνδικὴν καὶ | Γεδρωσίαν. ἐνταῦθα κῦμα μὲν οὐ γίνεται, ἀλλ᾿ ἄλλη μὲν. 27 ἄλλης προκαθημένη τὸν κλύδωνα τοῖς ἀκρωτηρίοις λαμβάνει· ἀέρων δὲ τὸν ἄριστον δοκοῦσιν ἔχειν. ταύτας ἄνθρωποι κατανέμονται ζῶντες βίον τοιοῦτον. ἐν τῷ παρήκοντι πελάγει, τραχεῖ τε καὶ χειμερίῳ ὑπάρχοντι
τελείως, γίνεται τῷ πλάτει καὶ τῷ μεγέθει πλῆθος ἄπιστον χελωνῶν ἃς θαλαττίας πάντες νομίζομεν. αὖται νυκτὸς μὲν ἐν τῷ βυθῷ νέμονται, καὶ ἡμέρας διὰ τὴν ἐν ταῖς νήσοις ἡσυχίαν καὶ γαλήνην ἀφικόμεναι κοιμῶνται, καὶ τοῦτο ποιοῦσι πρὸς τὸν ἥλιον μετέωροι, ταῖς κατεσκευασμέναις πορθμίσιν ὁμοιοπαθεῖς. ταύτας κατ᾿ ἐκεῖνο καιροῦ 〈οἱ〉 ἐπιχώριοι τέχνῃ καὶ σπουδῇ
καὶ μερίμναις εἰς τὴν χέρσον ἐκβαλόντες, τὰ μὲν ἐντὸς ἅπαντα σιτοῦνται βραχὺν παροπτήσαντες ἐν τῷ καύματι χρόνον, τοῖς δὲ κύτεσι χρῶνται τὰς 28 29 σκηνώσεις, καθιστῶντες οἱονεὶ καλύβας ἐφ᾿ ὑψηλοῖς τόποις πρηνεῖς· καὶ πρὸς τοὺς διάπλους δὲ ὑδρείας ἕνεκα κέχρηνται αὐτοῖς, ὥστε εἶναι τὸ αὐτὸ ναῦν, οἰκίαν καὶ ἀγγεῖον καὶ τροφὴν τοῖς εἰρημένοις ἀνθρώποις.
ἀριθμῷ βίον ἔχουσι τοιοῦτον. ἐκ τῶν ἐκριπτουμένων εἰς τὴν χέρσον κητῶν ἀποζῶσι, σπανιζούσης δὲ αὐτοῖς τῆς τοιαύτης σιτήσεως (γίνεται δὲ πολλάκις) ἐκ τῶν ὀστῶν τούς τε χόνδρους καὶ τὰ ἄκρα τῶν πλευρῶν κατεργαζόμενοι τὴν ἔνδειαν, εἰ καὶ χαλεπῶς, ὅμως παραμυθοῦνται. τὰ μὲν οὖν τῶν ἰχθυοφάγων γένη, φησίν, ἃ κατειλήφαμεν, μυρίων ὄντων ἃ τὴν ἡμῶν
διέφυγε γνῶσιν, τοσαῦτα.
οὐ γὰρ ἀρχῆς ἱμειόμενοι τυχεῖν ἀγωνίᾳ φιλονείκῳ καὶ δυστυχεῖ συνέχονται, οὐδὲ πλεονεξίας ἐρῶντες πολλὰ μὲν ἄλλους δρῶσι, πολλὰ δὲ πάσχουσι τῶν οὐκ ἀναγκαίων | οὐδὲ ἐχθροῖς ἀνθιστάμενοι μείζουσιν ἐπὶ βλάβῃ 30 σώματος χρῶνται πολεμίου, σφάλλονται δὲ ἐν εὐτυχίαις οἰκείων· οὐδὲ ναυτιλλόμενοι, κέρδους ἕνεκα τὸ ζῆν ὁπερτείναντες, προσπταίσμασι τοῦ βίου
μετροῦσι τὴν λύπην, ἀλλὰ μικρῶν δεόμενοι μικρὰ καὶ πενθοῦσι, τὸ μὲν ἀρκοῦν κτώμενοι, τὸ δὲ πλέον, οὐ ζητοῦντες. ἐνοχλεῖ δὲ ἕκαστον οὐ τὸ ἀγνοούμενον, εἰ μὴ πάρεστιν, ἀλλὰ τὸ βουλητόν, ὅταν ὑστερίζῃ τοῦ καιροῦ τῆς δὲ ἐπιθυμίας σπευδούσης. οὐκοῦν ἐκεῖνος πάντ᾿ ἔχων ἅ θέλει εὐτυχήσει κατὰ τὸν τῆς φύσεως λογισμόν, οὐ κατὰ τὸν τῆς δόξης. νόμοις δὲ
οὐ διοικοῦνται· τί γὰρ δεῖ προστάγματι δουλεύειν τὸν χωρὶς γράμματος εὐγνωμονεῖν δυνάμενον;
ποιεῖ τῇ περιρρύσει τὴν Μερόην· παρὰ γοῦν τὸν εἰρημένον ποταμὸν ἐπ᾿ 31 32 ἀμφοτέροις κατοικεῖ τοῖς χείλεσιν ὄχλος οὐ πολὺς μέν, τῷ δὲ βίῳ τοιοῦτος. ἐκ τοῦ παρήκοντος ἕλους τὰς ῥίζας τῶν καλάμαν ὀρύττει, κἄπειτα πλύνας καθαρῶς ἐκκόπτει λίθοις πρὸς μέρος, ποιήσας δὲ λεῖον καὶ κολλῶδες ἐνέπλκσεν ἐκμαγίσας καὶ οὐ χειροπληθεῖς ὄγκους, εἶτα ἐν τῷ καύματι
παροπτῶν, ταύτην ἔχει προσφοράν. ἔχουσι δὲ οὖτοι κακὸν ἂφυκτον, τοὺς ἐν τοῖς ἕλεσι λέοντας ἐπιτιθεμένους αὐτοῖς. ὑπὸ δὲ τὴν ἐπιτολὴν τοῦ κυνὸς γίνεταί τι κωνόπων πλῆθος ἄπλετον, τηλικαύτην ἔχον δύναμιν ὥστε τὸν λαὸν εἰς τὰς λιμνώδεις ὑγρασίας ἀπελθόντα ἐκεῖ μένειν ἀφανῆ. ὑφ’ ὧν καὶ οἱ λέοντες ἐκτοπίζονται οὐχ οὕτως ὑπὸ τοῦ δηγμοῦ δηλούμενοι, καίπερ
ὄντος ἐπαχθοῦς, ὡς τὸν ἀπὸ τῆς φωνῆς ἦχον ἀλλόφυλον ἀδυνατοῦντες φέρειν. ἀλλὰ ταῦτα μὲν ἀπηγγέλθω τοῦ παραδόξου χάριν· τί γὰρ ἰδιώτερον ἠ λέοντας μὲν ἐκχωρεῖν κώνωψιν, ἀνθρώπους δὲ σώζεσθαι ὑπὸ τοιούτου κινδύνου;
σιτουμένων ἐγγίζει γένος, βραχεῖαν ἔχον τὴν παραλλαγήν. οἱ μὲν γὰρ τὸν πίπτοντα καρπὸν ἀπὸ τῶν δένδρων σιτοῦνται ὑπὸ τὴν θερείαν, 33 τὸ δὲ λοιπὸν τῆς πόας ἅπτονται τῆς ἐν τοῖς σκιεροῖς ἂγκεσι γιομένης στερεᾶς τε τὴν φύσιν καὶ καυλὸν ἐκτρεφούσης πσρόμοιον ταῖς καλουμέναις βουνιάσιν· οἱ δὲ τῆς ὕλης τὴν ἁπαλὴν σιτοῦνται. οὖτοι τὰς μὲν νύκτας
κοιμῶνται τόπον ἀπὸ τῶν ἐκεῖ θηρίων πρὸς ὀχύρωσιν ἐκλελεγμένοι καὶ φυλακήν· ἅμα δὲ ἡλίῳ μετὰ τέκνων καὶ γυναικῶν ἐπὶ τὰ δένδρα πάντες ἀναβαίνουσι, σπουδῇ καταλαβεῖν ζητοῦντες τοὺς ἄκρους κλῶνας· κἀκεῖθεν τὴν ἁπαλωτάτην ὕλην ἀμέλγοντες εὐμαρῶς σιτοῦνται. τοιαύτην δὲ ἐκ τοῦ παντὸς βίου περιπεποίηνται τὴν ἔξιν, ὥστε καὶ τὰ τῆς ἀναδρομῆς
ἄπιστον ἔχειν τὴν θέαν καὶ τὴν συντονίαν οὐ χειρῶν μόνον καὶ δακτύλων καὶ ποδῶν, ἀλλὰ καὶ τῶν μερῶν τῶν ὑπολοίπων ἀπλῶς. μεταπηδῶσι γὰρ εὐπόρως ἀπ’ ἄλλου πρὸς ἕτερον ἀκρεμόνα, καὶ τοὺς κλάδους ἀλλήλων πολλάκις ἐν τοῖς ἐπισφαλεστάτοις τόποις ἀφαιροῦνται, καὶ τοιαῦτα ἐνδείκνυνται, ὥστε τὸν ἰδόντα αὐτὸν μὲν ἐκπλήττεσθαι, μὴ μέντοι θαρρεῖν εἰς τοὺς
ἀπείρους ἐξαγγέλλειν. καὶ πάντα δὲ κλάδον τοῖς ὀδοῦσιν ἔγχυλον ἀπεργάζονται, καὶ ταῖς κοιλίαις εὐπόρως πέττουσι· καὶ τὸ σφαλὲν ἄνωθεν σῶμα 34 35 διὰ τὴν ἰσχνότητα οὐ βαρείας τυγχάνει τῆς πληγῆς. οὖτοι δὲ γυμνοὶ μέν εἰσι πάντες, κοιναῖς δὲ χρῶνται καὶ γυναιξὶ καὶ τέκνοις, πολεμοῦσι δὲ περὶ τῶν τόπων ἀλλήλοις, μεταλλάττουσι δὲ οἱ πλεῖστοι λιμῷ πιεζόμενοι, γλαυκωμάτων περὶ τὰ πεντήκοντα ἔτη τοῖς ὄμμασιν ἐπιτρεχόντων.
βρέξαντες τὰς βύρσας καὶ ἐπ’ ἀνθρακιὰν κούφην ἐπιβαλόντες, εἶτα σποδιάσαντες καὶ εἰς διαίρεσιν ἀγαγόντες.
παρόδους τῶν θηρίων, ταῖς μὲν χερσὶ τῆς οὐρᾶς λαβόμενοι, τοῖς ποσὶ δὲ 36 πρὸς τὸν μηρὸν τὸν ἀριστερὸν ἐπιβαίνουσιν· εἶτα πελέκει, ὅν ἐπιτήδειον καὶ ἕτοιμον ἔχουσι, τὴν δεξιὰν ἰγνὺν πυκναῖς ταῖς πληγαῖς χρώμενοι νευροκοποῦσιν· οὕτω δὲ ἐκτενῶς τῇ μὲν καταφέροντες τῇ δὲ τῆς οὐρᾶς κρατοῦντες ὡς ἄθλου προκειμένου τῆς ψυχῆς· ἢ γὰρ ἀποκτεῖναι ἐχρῆν ἢ τελευτᾶν,
ἄλλην τοῦ καιροῦ διέξοδον οὐκ ἔχοντος. ἐπὰν δὲ τὸ ζῷον ἐκ τῆς πληγῆς καὶ τῆς αἱμορραγίας πέσῃ, οἱ συνθηραταὶ παραγίνονται ἐπὶ τὸ πτῶμα, καὶ τοῦ θηρίου ζῶντος ἔτι παρατέμνοντες ἐκ τῶν ὀπισθίων τὰς σάρκας εὐωχοῦνται, τὸν ἔσχατον τοῦ καταπονηθέντος οὕτως ὑπομένοντος θάνατον. ἀλλ’ οἱ μὲν μετὰ τοῦ ἐσχάτου κινδύνου ἐλεφαντοθῆραι σὖτοι· ἕτεροι δὲ
θηρῶσιν αὐτοὺς οὕτως. τρεῖς ἄνδρες ἐν μὲν ἔχοντες τόξον, ὀϊστοὺς δὲ πλείους, κεχρισμένους τῇ χολῇ τῶν ὄφεων, ἑστᾶσιν ἐν δρυμῷ παρὰ τὰς τῶν θηρίων διεξόδους. ἐπὰν οὖν προσάγῃ τὸ ζῷον, ὁ μὲν εἶς κατέχει τὸ τόξον τῷ ποδὶ προσβεβηκώς, οἱ δὲ δύο τὴν νευρὰν ἑλκύσαντες ἐκ τῆς ἁπάσης βίας ἀφῆκαν τὸ βέλος, ἕνα σκοπὸν ἔχοντες, ἐπὶ μέσην τὴν πλευράν,
ὥστε διελάσαι τῆς περιοχῆς ἐντὸς καὶ τοὺς κυρτοὺς τεμεῖν καὶ τρῶσαι τόπους. ἐκεῖθεν τὸ τηλικοῦτον θηρίον ἐλαυνόμενόν τε καὶ σπαραττόμενον διαλύεται καὶ πίπτει.
πλευρὰν τὸ πᾶν σῶμα ἐκδεχομένην ὀχεῖσθαι πρὸς τῇ φύσει τοῦ ξύλου, καὶ τοῦτον τὸν τρόπον τῆς καταφορᾶς τυγχάνειν οὐκ εἰλικρινοῦς, ἀλλὰ παρεψευσμένης, διὰ τὸ προσκεῖσθαι τοῖς βαθέσιν ὕπνοις 2γωνίαν ἰσχυράν, φθορᾶς ὑποκειμένης παραχρῆμα τῷ σφαλέντι διὰ τὴν ἔκλυσιν τὴν φυσικήν)· οἱ οὖν ἀπὸ τῆς τούτων θήρας τὸν βίον ποιούμενοι, τοὺς δρυμοὺς περιπλανώμενοι
καὶ τὴν τοῦ θηρίου κοίτην ἐπισημηνάμενοι, ἐκ τῶν ὄπισθεν τοῦ δένδρου τόπων πρίζουσιν ἕως ἂν μήτε κλίνοιτο πᾶν μήτε ἰσχῦον 39 ἄγαν καὶ ἰσχυρὸν ἀπολείποιτο, μένει δὲ ἑστηκὸς ἐπὶ βραχείας ῥοπῆς. τὸ δὲ ζῷον ἀπὸ τῆς νομῆς ἐπὶ τὸν συνήθη τόπον τῆς κοίτης ἀνακλινόμενον αἰφνίῶιόν τε πίπτει τοῦ ξύλου κλασθέντος, καὶ πρόκειται τοῖς θηρευταῖς
δεῖπνον ἕτοιμον. τὰς γὰρ ὀπισθίους κόψαντες οὗτοι σάρκας, καὶ ποιήσαντες ἔξαιμον τὸ ζῷον, εἶτα νεκρόν, πρὸς τὴν ἑαυτοῦ χρείαν ἕκαστος τὰ μέλη διαιροῦσιν.
δέρμασι. πολεμούμενοι δὲ ὑπὸ τῶν φιμῶν οὗτοι, τοῖς τῶν ὀρύγων κέρασιν ὅπλοις χρῶνται, μεγάλοις καὶ τμητικοῖς οὖσι· τρέφει δὲ ἡ χώρα πολυπληθὲς τὸ ζῷον τοῦτο.
τῶν ἀνέμων παραγίνεται χώρας, τῇ μὲν δυνάμει τῆς πτήσεως τῶν ὀρνίθων μικρὸν παραλλάττον, μακρὸν δὲ τῷ σώματι. ἀπὸ τούτων τῶν ζῴων τρέφονται πάντα τὸν χρόνον, ἄλλως τε τούτοις καὶ τεταριχευμένοις χρώμενοι. καπνῷ δὲ ταῦτα θηρῶσιν, ἐκ τοῦ ἀέρος ἐπὶ γῆν καταφέροντες. οὖτοι. κοῦφοι μὲν εἶναι λέγονται καὶ τοῖς ποσὶν ὀξύτεροι· ζῶσι δὲ οὐ πλείω 42
τῶν τεσσαράκοντα ἐτῶν, ξηρᾶς κοινωνοῦντες τελείως τροφῆς. τελευτῶσι δὲ τοῦ ζῆν ἀθλιώτερον· ἅμα γὰρ τῷ πλησιάζειν τὸ γῆρας ἐγγίνεται τοῖς σώμασιν αὐτῶν πτερωτὰ γένη φθειρῶν, ὅμοια μὲν τῷ τύπῳ τοῖς κρότωσι, βραχὺ δὲ ἐλάττω τῶν ἐν τοῖς κυσὶ φαινομέναν, ἀρχόμενα μὲν ἀπὸ τοῦ στήθους καὶ τῆς κοιλίας, ἐπινεμόμενα δὲ συντόμως μετὰ τοῦ παντὸς
προσώπου τὴν ἐπιφάνειαν. οἳ τὰ μὲν πρῶτα τοῖς ὑπὸ ψώρας ἠρεθισμένοις ὁμοίως διάκεινται, ὕστερον δὲ ἐπιπόνως ἑαυτοὺς σπαράττουσιν· εἶτα τοῦ πάθους εἰς ἀκμὴν ἑλκομένου καὶ μετὰ τῆς τῶν θηρίων ἐκφύσεως καὶ λεπτῶν ἀναχεομένων ἰχώρων, ἀκαρτερήτους ὑφίστασθαι τοὺς ἀθλίους τὰς δριμυτάτας συμβαίνει ὀδύνας. οὖτοι μὲν οὖν, εἴτε τοὺς χυμούς, εἴτε τὴν τροφήν, εἴτε
τὸν ἀέρα ἔχοντες αἴτιον, οὕτως ἀπόλλυνται.
φῦλον ἔκ τινος ἐπομβρίας λέγουσιν ἐπιπολάσαι, καὶ τῶν ἐνοικούντων πρὸς τὸ κακὸν ἀντισχεῖν οὐ δυναμένων, ἀλλὰ φυγῇ τῶν ἐκπεσόντων τοῦ ὀλέθρου τὴν σωτηρίαν ἀντὶ τῆς πατρίδος ἑλομένων, ἔρημον ἐξ ἐκείνου γένους ἀνφονται αρώπων τὴν χώραν ἀπολειφθῆναι. καὶ μυῶν πλῆθος ἀρουραίων, ὡς τοῖς περὶ Ἰταλίαν, καὶ στρουθοὶ τὰ σπέρματα κατεσθίοντες, ὡς περὶ Μηδίαν,
καὶ βάτραχοι, ὃ γέγονε περὶ τοὺς Αὐταριάτας, καὶ ὑπὸ λεόντων ἐπιπολασάνὅτι] 43 44 των πόλεις μετανέστησαν, ὡς ἐπὶ Λιβύης, καὶ πολλὰ ἄλα ἀνέλπιστα πάθη καταλαβόντα πολλὰς χώρας τῶν οἰκητόρων ἐξηρήμωσαν.
Ἀγριοβαρβάρους. οὗτοι κομῆται μέν εἰσι καὶ πώγωνας φέρουσιν ἐξαισίους, κύνας δὲ τρέφουσι πολλοὺς καὶ μεγάλους, ὁμοίως τοῖς Ὑρκανοῖς, καὶ τοὺς ἐπιφοιτῶντας αὐτῶν τῇ χώρᾳ ἰνδικοὺς βόας | δι’ αὐτῶν θηρῶσι, πλῆθος 45 ἐπιφαινομένους ἀμύθητον ἀπὸ τροπῶν χειμερινῶν ἕως μέσου χειμπωνος· εἶτα καὶ τὰς τῶν κυνῶν θηλείας ἀμέλγοντες τῷ γάλακτι τρέφονται, καὶ ἐξ
ἄλλων δὲ θήρας ζῴων. καὶ τὰ μὲν τελευταῖα τῶν πρὸς μεσημβρίαν τοιαῦτα.
ἡ δὲ ἀναστροφὴ αὐτῶν· τὸν μὲν παῤ αὐτοῖς χειμῶνα (ἔστι δὲ οὖτος ὑπὸ τοὺς ἐτησίας) πᾶσαν αὐτῶν τοῦ θεοῦ τὴν χώραν ὕδασι λάβροις ἐπέχοντος, ἀφ’ αἵματος καὶ γάλακτος ζῶσιν, εἰς ταὐτὸ μίξαντες καὶ κυλίσαντες ἐν ἀγγείοις εἰκῇ πεπυρωμένοις. ἐπὰν δὲ ἐπιστῇ τὸ θέρος, ἐν τοῖς τελματώδεσιν ἀναστρέφονται χωρίοις, μαχόμενοι πρὸς ἀλλήλους περὶ τοῦ χιλώματος
καὶ τὰ πρεσβύτερα τῶν βοσκημάτων καὶ νοσοῦντα δαπανῶσι, διὰ τῶν μαγείρων ταῦτα κτείνοντες οὓς καλοῦσιν Ἀκαθάρτους. οὗτοι ἀνθρώπων μὲν οὐδενὶ περιτιθέασι τὴν τῶν γονέων κλῆσιν, ταύρῳ δὲ καὶ βοΐ, τὸν μὲν πατέρα καλοῦντες, τὴν δὲ μητέρα, ὡσαύτως κριῷ τε καὶ προβάτῳ διὰ τὸ λαμβάνειν τὴν τροφὴν τὴν καθ’ ἡμέραν οὐ παρὰ τῶν τοκέων, ἀλλὰ παῤ
ἐκείνων. οὗτοι καὶ ποτῷ ὁ μὲν πολὺς ὄχλος ἀποβρέγματι παλιούρου χρῶνται, οἱ δὲ τύραννοι ἀπό τινος ἄνθους σκευασθέντος πίνουσι, παραπλησίου μοχθηρῷ γλυκεῖ. γυμνοὶ δὲ τῷ ἄλλῳ σώματι τυγχάνοντες, τὰ ἰσχία δέρμασίν εἰσι διεζωσμένοι. τὰ δὲ αἰδοῖα τοῖς μὲν ἄλλοις Τρωγλοδύταις ἐστὶν εἰθισμένον περιτέμνεσθαι ὁμοίως τοῖς Αἰγυπτίοις· τοὺς δὲ ὑπὸ τῶν
Ἑλλήνων καλουμένους Κολοβοὺς πᾶν τὸ τοῖς λοιποῖς μέρος περιτομῆς 46 47 τυγχάνον ξυροῖς ἀφαιρεῖν ἐστιν ἔθος νηπίων ὄντων, ἐξ οὖ καὶ τὴν εἰρημένην κλῆσιν ἑαυτοῖς περιπεποίηνται.
ἄλλοις ζῴοις ἐν μέσῳ τῷ στήθει προσπέπλασται.
ἰχῶρα ἀναμιγνύναι φαρμάσσοντες, ἐπιπολάζοντά πως αἵματι, ὅν περ ἴσασιν ἀπόκριμα αὐτοῖς. τεκμηριῶσαι τοῦτο καὶ Θεόφραστος ἱκανός.
τε καὶ παράδοξον ὡς πρὸς τοὺς ἑτεροφύλους ἀντικρινόμενον. τὰ γάρ τοι ζῷα τὰ δάκνοντα καὶ τὰ ἐγχρίπτοντα πάμπολλα ὄντα μηδὲν αὐτοὺς μόνους ἀδικεῖν. οὔτε γοῦν ὄφεως δακόντος ἐπαΐουσιν οὔτε φαλαγγίου νύξαντος, ὡς τοὺς ἄλλους, εἰς θάνατον οὔτε μὴν σκορπίου κέντρον ἀπερείσαντος. ἐπὰν δὲ ἄρα τούτων προσπελάσῃ τι ἅμα καὶ παραψαύσῃ τοῦ σώματος καὶ ἅμα τι
καὶ ὀσμῆς τῆς ἐκείνων ψαύσγῃ ἢ σπάσῃ, ὥσπερ οὖν φαρμάκου γευσάμενον ὑπνοποιοῦ, κάρωσίν τινα ἑλκτικὴν εἰς ἀναισθησίαν ἐμποιοῦντος ἐξασθενεῖ καὶ παρεῖται, ἔστ’ ἂν παραδράμῃ ἄνθρωπος. ὅπως δὲ ἐλέγχουσι τὰ ἑαυτῶν βρέφη εἴτε ἐστὶ γνήσια εἴτε καὶ νόθα ἐν τοῖς ἑρπετοῖς βασανίζοντες ὡς ἐν τῷ πυρὶ τὸν χρυσὸν οἱ βάναυσοι χρυσουργοί, ἀνωτέρω εἶπον.
κύλικα ἐμβαλὼν δίδωσι ῥοφῆσαι τῷ τρωθέντι. ἐὰν δὲ περαιτέρω καὶ 51 τοῦδε τοῦ φαρμάκου κατισχύσῃ τὸ κακόν, ὁ δὲ τῷ νοσοῦντι παρακλίνεται γυμνῷ γυμνὸς καὶ τοῦ χρωτός οἱ τοῦ ἰδίου προστρίψας τὴν ἰσχὸν τὴν συμφυῆ, εἶτα μέντοι τοῦ κακοῦ πεποίηκε τὸν ἄνθρωπον ἐξάντη. ἀποχρῶν δὲ ἄρα ὑπὲρ τούτου εἴη ἂν μάρτυς καὶ Νίκανδρος ὁ Κολοφώνιος λέγων·
καὶ τὰ ἐπὶ τούτοις.
ἐτίμων τιμαῖς. ἐκ τούτων, φασίν, ἐκείνη τὴν διάνοιαν ἐξηνεμώθη, καὶ τὰς θεὰς παρ’ οὐδὲν ἐτίθετο, μάλιστα δὲ τὴν Ἥραν καὶ τὴν Ἀθηνᾶν καὶ τὴν Ἄρτεμιν καὶ τὴν Ἀφροδίτην οὐδὲ ἴκταρ ἔλεγε βάλλειν πρὸς τὸ αὐτῆς κάλλος. οὔκουν ἔμελλεν ἁμαρτήσεσθαι κακοῦ νοσοῦσα τοιαῦτα· κατὰ γὰρ τὸν τῆς Ἥρας χόλον εἰς ὄρνιν αἰσχίστην τὸ εἰδὸς τὸ ἐξ ἀρχῆς ἤμειψε,
καὶ ἔστιν ἡ νῦν γέρανος καὶ πολεμεῖ τοῖς Πυγμαίοις, ὅτι αὐτὴν ἐξέμηναν τῇ πόρα τιμῇ καὶ ἀπώλεσαν.
καὶ ἔτι κατωτέρω καὶ πώγωνα μέγιστον πάντων ἀνθρώπων, ὥστε ἕλκεσθαί φασιν αὐτοὺς πρὸς τοῖς ποσίν, ἅτε μικρῶν ὄντων, τοὺς πώγωνας· ἐξόπισθεν δὲ τὴν κόμην εἶναι πολὺ κάτωθεν τῶν γονάτων. ἐπειδὰν γοῦν τὸν 54 πώγωνα μέγαν φύσωσιν, οὐκέτι ἀμφιέννυνται οὐδὲν ἱμάτιον, ἀλλὰ τὰς τρίχας τὰς μὲν τῆς κεφαλῆς ὄπισθεν καθίενται, τὰς δὲ ἐκ τοῦ πώγωνος
ἔμπροσθεν· ἔπειτα περιπυκασάμενοι τὰς τρίχας περὶ πᾶν τὸ σῶμα ζώννυνται, καὶ οὕτως ἀνθ’ ἱματίου ταῖς θριξὶν ἀμπέχονται. καὶ τὸ αἰδοῖον σφόδρα μέγα ἔχουσιν, ὥστε ψαύειν τῶν σφυρῶν αὐτοῖς, καὶ παχύ. αὐτοὶ δέ εἰσι σιμοί τε καὶ αἰσχροὶ καὶ οὐδὲν ἐοικότες τοῖς ἄλλοις Ἱνδοῖς. εἰσὶ δὲ καὶ αἱ γυναῖκες αὐτῶν μικραὶ καὶ αἰσχραί, ὥσπερ οἱ ἄνδρες· καὶ οἱ ἵπποι
αὐτῶν εἰσιν ὥσπερ κριοὶ καὶ ὀλίγῳ μείζονες· τὰ δὲ πρόβατα αὐτῶν ἐστι μικρὰ ὥσπερ οἱ ἄρνες, καὶ οἱ ὄνοι καὶ οἱ ἡμίονοι καὶ τὰ ἄλλα κτήνη πάντα οὐδὲν μείζω κριῶν.
σκέλος.
τοὺς δὲ ὄρχεις ἔχει οὐκ ἔξω, ἀλλ’ ἐντὸς παρὰ τοῖς νεφροῖς.
εἴκοσιν. ὀχεύει δὲ συγκαθισάσης τῆς θηλείας· ὁ ἄρρην γὰρ ἐπιβαίνει.
τύπτοντες τοῖς ὀδοῦσι, καὶ ὁ ἡττηθεὶς ἐπὶ τοσοῦτον δουλοῦται, ὥστε ἀκούσαντά ποτε τῆς φωνῆς τοῦ νικήσαντος φεύγειν. καταβάλλει δὲ τοῦτο τὸ 57 ζῷον καὶ τοὺς τοίχους, τοὺς ὀδόντας ὑποβάλλον· καὶ φοίνικας δὲ τύπτων τῷ μετώπῳ κλίνει· μάλιστα δὲ ταῦτα πράττει ὅταν καπρᾷ. ἔστι δὲ τῶν εὐκόπως τιθασευομένων ὑπὸ ἀνθρώπων καὶ πειθαρχούντων εἰς διδασκαλίαν.
πορευόμενον δι’ ὕδατος, τὸ δὲ βάθος ὥστε μὴ βρέξαι τὸν μυκτῆρα. νεῖν γὰρ οὐ δύναται· οὐ γὰρ ἐπὶ πολὺ ἔσχισται τοὺς δακτύλους· ἄλλως δὲ καὶ διὰ τὸ βάρος τοῦ σώματος.
κατὰ δέλφακα τὴν μεγίστην. μιᾷ δὲ μητρὶ πολλὰ ἐλεφαντίσκια ἕπεται· εἰ δὲ προσάψαιο τῶν βρεφῶν, αἱ μητέρες οὐδὲν ἀγανακτοῦσι. συνιᾶσι γὰρ ὅτι μὴ ἐπὶ λύμῃ ἢ κολάσει τις ἐπιψαύει αὐτῶν, ἀλλὰ φιλοφρονούμενοι πάντες καὶ κολακεύοντες.
εἰς τάφρον ἐμπεσὸν θεασαμένη ἐκθύμως καὶ περιπαθῶς ἐξέδραμε, καὶ κατὰ τοῦ παιδὸς αὐτὴν ὦσεν εἰς κεφαλήν· καὶ ἄμφω κατὰ ταὐτὸν ἀπώλοντο, ὁ μὲν τῷ βάρει τῆς μητρὸς ἐκπιεσθείς, ἡ δὲ τὴν κεφαλὴν ἀίξασα.
γερόντων, τοῖς πρεσβυτέροις τροφῆς ἀφίστανται καὶ προβαδίζειν ποιοῦσι τοὺς γήρᾳ παρειμένους καὶ θεραπεύουσι καὶ τρέφουσι καὶ κινδύνων ῥύονται καὶ εἰς ὄρυγμα ἐμπεσόντας ἀνάγουσι φρύγανα καὶ φακέλους ἐμβαλόντες, 62 οἷσπερ οὖν ὡς ἀναβαθμοῖς χρώμενοι ἐκεῖνοι εἶτα ἀνίασι.
ἀλλὰ πιστῶς παραμένουσι καὶ ἀναρρῶσαι σπεύδουσι, καὶ εἰ διώκονται, καὶ ὑπὲρ αὐτοῦ μάχονται καὶ τιτρώσκονται παρόντες, φυγεῖν οὐ δυνάμενοι.
κολακεύουσιν αὐτὸν καὶ ποικίλοις δελέασι πραΰνειν πειρῶνται. ὁ δὲ ἄχθεται αὐτοῖς καὶ ὑπερορᾷ. κατασοφίζονται οὗν αὐτοῦ μούσῃ ἐπιχωρίῳ μετ᾿ ὀργάνου τινός· καλεῖται δὲ τὸ ὄργανον σκινδαψός. ὁ δὲ ὑπέχει τὰ ὧτα καὶ θέλγεται, καὶ κατὰ μικρὸν τὴν τροφὴν προσίεται.
τῆς φάλαγγος ἱστᾶσιν, ὥσπερ ἀπατῶντες ὅτι οὐκ ἔχουσι τὸ ζητούμενον. διωκόμενος μέντοι ὥσπερ λήϊα τὰ μέγιστα δένδρα κατακλᾷ τῇ ὑπερβαλλούσῃ δυνάμει καὶ φέρεται ῥώμῃ ἀμηχάνῳ καὶ ὁρμῇ ἀκατασχέτῳ. ἐν ἐλευθερίᾳ δὲ κινδύνου διαγενόμενοι ἑστᾶσι καὶ ἀναπαύονται· καὶ οἱ διώκοντες, τὴν ὕλην ἐμπρήσαντες καὶ τὴν ὀπίσω ὁδὸν κατασχόντες, ἱστᾶσιν
αὐτούς. δεδοίκασι γὰρ τὸ | πῦρ ὡς οἱ λέοντες.
ἄνθρωποι ἐκ τῆς παραψαύσεως συνεὶς αὐτῶν, ἀνασπᾷ τὴν πόαν καὶ δίδωσι τῷ κατόπιν ὀσφραίνεσθαι καὶ ἐκεῖνος τῷ μετ᾿ αὐτόν· καὶ οὕτως ἥδε ἡ ἀντίδοσις διέρχεται καὶ μέχρι τοῦ οὐραγοῦντος· ὁ δὲ μέγα ἐπήχησεν. οἱ δὲ ὡς ἀπὸ συνθήματος τρέπονται εἰς ἕλη καὶ δάση καὶ ἄγγη καὶ τῶν ἑλῶν τὰ κοιλότερα καὶ ὅσα μέντοι καὶ τῶν πεδίων κομᾷ τοῖς θάμνοις. ὅταν δ᾿ 66 67 αὐτοὺς ἐπιλίπωσιν αἱ νομαί, τὰς ῥίζας ἐξορύττοντες σιτοῦνται καὶ αὐτάς· καὶ οἱ μὲν ἐσθίουσιν, οἱ δὲ ἀπίασι ζητοῦντες χιλόν, καὶ ὅ γε πρῶτος εὑρὼν καλεῖ τοὺς ἄλλους.
κιττὸν ἄγριον τὸν ἐφέρποντα τοῖς φυτοῖς καὶ φοινίκων ἁπαλὰς καὶ νεαρὰς κόμας καὶ φυτῶν ὅρπηκας καὶ πτόρθους τοὺς ὑγροτέρους. ἐσθίουσι δὲ μικροῦ καὶ ὅσα ἄνθρωπος.
ἰοβόλοις ἔχθιστον· εἰ γάρ τις χρίσαιτο ἢ θυμιάσαιτο αὐτοῦ, ἀποδιδράσκει πορρωτάτω.
Λακεδαιμονίους δεκατέσσαρας, καὶ πάλιν τῆς δείλης ἐπιπίνειν ὀκτώ. βιοῦν δὲ τὸν ἐλέφαντα ἔτη διακόσιά φασι· προϊέναι δὲ ἔστιν οὓς καὶ εἰς τρεῖς ἑκατοντάδας.
ὑπὲρ τῶν ὀδόντων ἢ κεράτων φέρουσιν αἱ μητέρες.
οἱ δὲ ἄλλοι φρύγανα ἐμβάλλουσι καὶ ξύλα, ὧν ἐπιβαίνων ἀνασπᾶται ῥᾳδίως.
καὶ οὐκ ἐσθίουσι. τὸ δὲ αἴτιον τοῦ ὀνόματος· ὁ γὰρ γευσάμενος τῆς ἐνταῦθα γενομένης πόας καὶ τὰς τρίχας ἀποβάλλει καὶ τὰ κέρατα.
τῶν γε μὴν τετραπόδων ὁ ἐλέφας.
ἀκούειν καὶ συνιέναι ἤχων διαφορὰς ἢ βραδύνειν ἐνδιδόντων ἢ ταχύνειν παρορμώντων, μαθὼν οἶδεν ἐλέφας, καὶ ἀκριβοῖ καὶ οὐ σφάλλεται. οὕτως ἄρα ἡ φύσις μεγέθει μὲν αὐτὸν μέγιστον εἰργάσατο, μαθήσει δὲ πραότατον ἀπέφηνε καὶ εὐάγωγον. εἰ μὲν οὖν ἔμελλον τὴν ἐν Ἰνδοῖς αὐτῶν εὐπείθειαν καὶ εὐμαθίαν ἢ τὴν ἐν Αἰθιοπίᾳ ἢ τὴν ἐν Λιβύῃ γράφειν, ἴσως
καὶ μῦθον ἐδόκουν τινὰ συμπλάσας κομπάζειν, εἶτα ἐπὶ φήμῃ τοῦ θηρίου τῆς φύσεως καταψεύδεσθαι· ὅπερ ἐχρῆν δρᾶν φιλοσοφοῦντα ἄνδρα ἥκιστα καὶ ἀληθείας ἐραστὴν διάπυρον. ἃ δὲ αὐτὸς εἶδον καὶ ἅτινα πρότερον ἐν τῇ Ῥώμῃ πραχθέντα ἀνέγραψαν ἄλλοι προειλόμην εἰπεῖν, ἐπιδραμὼν ὀλίγα ἐκ πολλῶν, οὐχ ἥκιστα καὶ ἐντεῦθεν ἀποδεικνὺς τὴν τῶν ζῴων ἰδιότητα.
σοφὸς ἀνὴρ ὁμιλεῖν τοιούτοις θηρίοις ἐπώλευσεν αὐτούς, δαιμονίᾳ τινὶ καὶ ἐκπληκτικῇ διδασκαλίᾳ μεταχειρισάμενος. προσῆγε δὲ αὐτοὺς ἄρα ἡσυχῇ τήν γε πρώτην καὶ πράως τοῖς διδάγμασι, δελέατα ἄττα ἐπάγων καὶ τροφὰς ἡδίστας καὶ πεποικιλμένας εἰς τὸ ἀγωγόν τε καὶ ἐφολκόν, ὡς εἴ τι μὲν ἧν ἀγριότητος, τοῦτο ἐκβαλεῖν, ἀπαυτομολῆσαι δὲ πρὸς τὸ ἥμερον καὶ ἁμωσγέπως
ἀνθρώπειον. καὶ ἧν γε τὰ μαθήματα καὶ αὐλῶν ἀκούοντας μὴ ἐκμαίνεσθαι καὶ τυμπάνων ἀράβου κροτοῦντος μὴ ταράσσεσθαι καὶ κηλεῖσθαι σύριγγι, φέρειν δὲ καὶ ἤχους ἐμμελεῖς καὶ ποδῶν ἐμβαινόντων ψόφον καὶ ᾠδὴν συμμιγῆ. ἐξεπονήθησαν δὲ καὶ ἀνθρώπων πλῆθος μὴ δεδιέναι.
ἕλειός ἐστι. λαβόντες οὖν ἁπαλὰ καὶ εὐπειθῆ τρέφουσι κολακείᾳ τε τῇ κατὰ γαστέρα καὶ θεραπείᾳ τῇ περὶ τὸ σῶμα καὶ φωνῇ θεραπευτικῇ· συνιᾶσι γὰρ ἐλέφαντες καὶ γλώττης ἀνθρωπίνης τῆς ἐπιχωρίου καὶ συνελόντι εἰπεῖν ὡς παῖδας αὐτοὺς ἐκτρέφουσι καὶ κομιδὴν προσάγουσιν αὐτοῖς καὶ παιδεύματα ποικίλα· οἱ δὲ πείθονται.
γλῶτταν βραχεῖαν· χολὴν δὲ αὐτὸν ἔχειν οὐ κατὰ τὸ ἧπαρ, ἀλλὰ πρὸς τῷ στέρνῳ φασί. κύειν δὲ πυνθάνομαι δύο ἐτῶν τὸν ἐλέφαντα. οἱ δὲ οὐ τοσοῦτον χρόνον, ἀλλὰ ὀκτωκαίδεκα μηνῶν ὁμολογοῦσιν. ἀποτίκτει δὲ ἰσήλικα τὸ μέγεθος μόσχῳ ἐνιαυσιαίῳ, σπᾷ δὲ τῆς θηλῆς τῷ στόματι. ἐνθουσιῶν δὲ εἰς μίξιν οἴστρῳ τε φλεγόμενος ἐμπίπτει τοίχῳ καὶ ἀνατρέπει,
καὶ φοίνικας κλίνει, τὸ μέτωπον προσαράττων κατὰ τοὺς κριούς. πίνει δὲ ὕδωρ οὐ διειδές, οὐδὲ καθαρόν, ἀλλ᾿ ὅταν ὑποθολώσῃ τε καὶ ὑποταράξῃ. καθεύδει γε μὴν ὀρθοστάδην· κατακλιθῆναι γὰρ καὶ ἐξαναστῆναι ἐργῶδες αὐτῷ. ἀκμὴ δὲ ἐλέφαντος ἑξήκοντα χρόνων γεγονέναι. κρυμῷ δὲ ὁμιλεῖν ἥκιστός ἐστι. διατείνει δὲ τὸν βίον καὶ εἰς διπλῆν ἑκατοντάδα.
καὶ ὁ μὲν προσῆλθεν δρέψασθαι τῶν ἀκρεμόνων ὁ ἐλέφας, ὁ δὲ δράκων 77 78 ἐμπηδᾷ τοῖς ὀφθαλμοῖς καὶ ἐξορύττει, εἶτα τῷ τραχήλῳ περιερπύσας, τείνων τῷ οὐραίῳ μέρει καὶ σφίγγων θἀτέρῳ ἀπάγχει τὸ θηρίον ἀήθει βρόχῳ καὶ καινῷ.
οὐκ εἰπεῖν. ἔστι δὲ ἀκοῆς ἄξιον, καὶ διὰ ταῦτα ἀκούσωμεν αὐτοῦ. ὁ τῆς τούτου κομιδῆς ἐγχειρισθεὶς τὴν φροντίδα, τῶν μὲν κριθῶν ὑφῄρει, λίθους δὲ ὑποτάττων ἐκείνῳ μὲν ἄβρωτον τὸ πλεῖστον εἰργάζετο, ἀπέσωζε δὲ τὸν ὄγκον τοῦ μέτρου πρὸς τὸν ἐπισκοποῦντα ἀμφοῖν δεσπότην. καὶ τέως διελάνθανεν. οὐκοῦν ὁ ἐλέφας ἀθάρην ἰδὼν ἕψοντα τὸν ἐπίβουλόν οἱ,
τῆς ἄμμου τῆς ἐν ποσὶ τῇ προβοσκίδι χύδην ἀναλαβὼν ἐνέβαλεν εἰς τὴν χύτραν καὶ ἠμύνατο ἀνθ᾿ ὧν ἔπαθε δι᾿ ὧν ἐποίησεν εὐμηχάνως.
οἱ τοίνυν πηρωθέντες τὸν ἕτερον ἐπὶ μετώπου ἑστᾶσι, τῶν λοιπῶν προβαλλομένων αὐτούς, ἵνα οἱ μὲν ὑποδέχωνται τὴν πρώτην ὁρμήν, οἱ δὲ ἀμύνωσιν ἀκεραίῳ τῇ τῶν ὀδόντων ῥώμῃ καὶ ἰσοπαλεῖ, ἴσως δὲ τῶν Ἰνδῶν καὶ καταφιλοσοφοῦντες καὶ ἐπιδεικνόντες αὐτοῖς ὅτι ἄρα οὐχ ὑπὲρ μεγάλου τοῦ ἄθλου κινδυνεύοντες ἥκουσι. χρῶνται δὲ ἄρα τῷ μὲν τῶν ὀδόντων ὡς ὅπλῳ, καὶ
τεθηγμένον αὐτὸν φυλάττουσι, τῷ δὲ ὡς σμινύῃ· καὶ γὰρ ἐν αὐτῷ ῥίζας ὀρύττουσι καὶ δένδρα ἐκμοχλεύοντες ὑποκλίνουσιν.
μὲν οἱ νέοι, ὡς εἰπεῖν, τὸ μαχιμώτατον, ἐν μέσῳ δὲ | οἱ γεγηρακότες 79 καὶ αἱ μητέρες, ὑπὸ ταύταις δὲ τὰ πωλία, ἑκάστη τὸ ἴδιον ἀποκρύπτουσα. καὶ ὁρῶνταί γε οἵδε οἱ μικροὶ σπανιώτατα. ἀθρόους δὲ αὐτοὺς ἐὰν θεάσωνται καὶ λέοντες, ἢ φεύγουσι προτροπάδην ἢ ἄλλος ἄλλῃ κατέπτηξαν ὡς νεβροί, τοὺς ἐλέφαντας οἱ τέως φοβεροὶ καὶ ἐκπληκτικοὶ καταδείσαντες. οὐκ 80 81 ἀνθίσταται δὲ τοῖς διώκουσιν ἐλέφας, εἰ μή ποτε ἄρα ὑπὲρ τῶν τέκνων καὶ τῶν νοσούντων. ἐνταῦθα δὲ ἄμαχός ἐστι.
ἀκόντια, καὶ μέντοι καὶ αὐτὸς τετρωμένος πολλὰ οὐ πρότερον εἶξε, πρὶν ἢ συνιέναι, ὅτι ἄρα ὁ δεσπότης αὐτῷ ὅτι διὰ τὴν ῥοὴν τοῦ αἵματος τὴν πολλὴν παρεῖται καὶ ἐκθνήσκει. οὐκοῦν ἑαυτὸν ὑπέκλινε, καὶ ὀκλάσας ἔμεινεν, ἵνα μὴ ἄνωθεν πεσὼν ὁ Πῶρος εἶτα μέντοι κακωθῇ τὸ σῶμα ἐπὶ μᾶλλον.
πρᾶον ἐλέφαντα, ἰόντα τε αὐτὸν ἐπὶ τὰς νομὰς στεφανόπωλιν γυναῖκα ὁρᾶν ἡδέως, καὶ προσεστάναι αὐτῇ καὶ τῇ προβοσκίδι τὸ πρόσωπον τῆς ἀνθρώπου καθαίρειν. δέλεαρ δὲ ἄρα ἐκείνη καθίει τοῦ φίλτρου αὐτῷ στέφανον ἀεὶ τὸν ἐκ τῆς τέχνης, τὸν καθ᾿ ὥραν πλεκόμενον. καὶ τῷ μὲν ὁσημέραι λαμβάνειν ἔργον ἦν, τῇ δὲ διδόναι. χρόνῳ δὲ ὕστερον ἡ μὲν ἄνθρωπος
τὸν βίον κατέστρεψεν, ὁ δὲ ἐλέφας τῆς συνηθείας διαμαρτάνων καὶ οὐχ ὁρῶν ἣν ἐπόθει γυναῖκα, ὥσπερ οὖν ἐραστὴς ἐρωμένης ἀποτυχὼν ἐξηγριώθη· καὶ ὅς τέως πραότατος ἧν εἰς θυμὸν ἐξήφθη ὥσπερ οὖν καὶ τῶν ἀνθρώπων οἱ ἄγαν ὑπὸ τῆς λύπης ἐπικλυσθέντες ἔκφρονες γίνονται.
οὖν γένωνται τῆς τάφρου πλησίον ἢν εἰώθασιν | ὑπορύττειν οἱ θηρῶντες 82 αὐτούς, εἴτε ἐννοίᾳ τινὶ φυσικῇ εἴτε μαντικῇ ναὶ μὰ Δία ἀπορρήτῳ τοῦ μὲν περαιτέρω χωρεῖν ἀναστέλλονται, ἑαυτοὺς 〈δὲ〉 ἐπιστρέψαντες εἶτα μέντοι ὡς ἐν πολέμῳ ἀνθίστανται μάλα καρτερῶς, καὶ ἀνατρέψαι πειρῶνται τοὺς θηρευτὰς καὶ δι᾿ αὐτῶν ὠσάμενοι φυγῇ πορίσασθαι τὴν σωτηρίαν, κρείττους
γενόμενοι τῶν ἀντιπολεμίων. γίνεται τοίνυν ἐνταῦθα τοῦ καιροῦ μάχη χαρτερὰ 83 84 καρτερὰ καὶ φόνος καὶ τῶν καὶ τῶν. ὁ μέντοι τρόπος τῆς μάχης τοιόσδε· οἱ μὲν ἄνθρωποι δόρατα ἰσχυρὰ λόγχας ἀφιᾶσι στοχαζόμενοι αὐτῶν, οἱ δὲ ἐλέφαντες τὸν παραπεσόντα ἁρπάζουσι, καὶ τῇ γῇ προσαράξαντες πατοῦντές τε καὶ τοῖς κέρασι τιτρώσκοντες οἰκτίστῳ περιβάλλουσι τῷ τέλει καὶ ἀλγεινοτάτῳ.
ἐπίασι δὲ οἱ θῆρες ὑπὸ τοῦ θυμοῦ τὰ ὧτα ἐκπεταννύντες ὡς ἱστία δίκην τῶν στρουθῶν τῶν μεγάλων, αἵπερ οὖν τὰς πτέρυγας ἁπλώσασαι ἢ φεύγουσιν ἢ ἑστᾶσιν. ἐπισιμώσαντες δὲ καὶ τὴν προβοσκίδα οἱ ἐλέφαντες καὶ ὑπὸ τοῖς κέρασι πτύξαντες ὥσπερ οὖν νεὼς ἔμβολον σὺν πολλῷ τῷ ῥοθίῳ φερομένης ἐμπεσόντες τε ῥύμῃ σφοδροτάτῃ πολλοὺς ἀνατρέπουσι
βοῶντες διάτορόν τε καὶ ὀξὺ δίκην σάλπιγγος. πατουμένων δὲ τῶν ἁλισκομένων καὶ ἀλοωμένων τοῖς γόνασιν, ἄραβος πολὺς τῶν ὀστέων συντριβομένων ἀκούεται καὶ πόρρωθεν, τὰ πρόσωπα δὲ ἐκθλιβομένων τῶν ὀφθαλμῶν καὶ τῆς ῥινὸς συνθλωμένης καὶ ῥηγνυμένου τοῦ μετώπου τὸ ἐναργὲς τοῦ εἴδους ἀπόλλυσι, καὶ ἀγνῶτες γίνονται πολλάκις καὶ τοῖς ἐγγυτάτω προσήκουσι.
σώζονται δὲ παραδόξως ἄλλοι τὸν τρόπον τοῦτον. συνείληπται μὲν ὁ θηρατής, ὑφ᾿ ὁρμῆς δὲ τὸ θηρίον ὑπερῆλθεν αὐτόν, καὶ τὰ γόνατα εἰς τὴν γῆν ἐπήρεισε, καὶ προσκατέπηξε τὰ κέρατα εἰς θάμνον ἢ εἰς ῥίζαν ἢ εἰς ἄλλο τι τοιοῦτον, καὶ ἔχεται, καὶ μόγις ἀνασπᾷ καὶ ἐξαίρει. ἐν δὲ τῷ τέως διεκδὺς ὁ κυνηγέτης ἀπαλλάττεται. οὐκοῦν ἐν τῇ τοιαύτῃ μάχῃ πολλάκις
μὲν κρατοῦσιν οἱ ἐλέφαντες, πολλάκις δὲ καὶ ἡττῶνται δείματα ἐξ ἐπιβουλῆς καὶ δέα ποικίλα ἐπαγόντων. καὶ γὰρ σάλπιγγες ᾄδουσι, καὶ δοῦπόν τε καὶ κτύπον ἐργάζονται καὶ πρὸς τὰς ἀσπίδας | ἀράττοντες τὰ δόρατα καὶ πῦρ 85 τὸ μέν τι ἐπὶ τῆς γῆς ἐξάπτοντες τὸ δὲ ὑψοῦ μετέωρον αἴροντες, καὶ ἄλλο σφενδονῶντες καὶ δαλοὺς διαπύρους ἀκοντίζοντες καὶ δᾷδας μακρὰς πυρὸς
ἐνακμάζοντος τοῖς θηρίοις κατὰ προσώπου βιαίως ἐπισείοντες. ἅπερ οὖν τὰ θηρία δεδιότα καὶ σκοπούμενα ὠθεῖται ἔστιν ὅτε καὶ ἐκνικᾶται ἐκπεσεῖν εἰς τὴν τάφρον ἥν τέως ἐφυλάττοντο.
σπεύδων ἐκείνης γίνεσθαι, ταύτην μὲν ἀποπνίγει καὶ τῆς τοῦ ἐλέφαντος 86 87 φάτνης κατορύττει πλησίον ὁ ἀθεσμόβουλος ἄνθρωπος, ἄγεται μὴν τὴν ἄλλην. ἐνταῦθα οὖν ὁ ἐλέφας τῇ προβοσκίδι λαβόμενος τὴν νεωστὶ ἀφιγμένην ἄγει τῆς νεκρᾶς πλησίον, καὶ τοῖς κέρασιν ἀνορύξας καὶ γυμνώσας τὸ σῶμα, ἃ εἰπεῖν οὐκ ἐδύνατο, ταῦτα ἐπιδεικνύει δι᾿ αὐτῶν τῶν
ἔργων, τὴν γυναῖκα τὸν τρόπον τοῦ γήμαντος αὐτὴν ἐκδιδάσκων ὁ μισοπόνηρος ἐλέφας.
πολλοῖς διαλαβόντες σχοίνοις καὶ μήτε προθεῖν ἐπιτρέποντες μήτ᾿ αὖ πάλιν ἀφίστασθαι καὶ ἀποσπᾶν εἰς τοὐπίσω. εἶτα ἕκαστον ἐξάψαντες μεγίστου δένδρου διάστημα μεμετρημένον, ὡς μήτε εἰς τὸ ἔμπροσθεν ἐπιπηδᾶν ἔχειν μήτε ἐπὶ πολὺ πάλιν ἀναχωρεῖν τοῦ σκιρτᾶν καὶ ὑβρίζειν ἐξουσίᾳ ἢ ἀτροφίᾳ τε καὶ λιμῷ τὴν ἄγαν ἰσχὺν καὶ ῥώμην καθαιροῦσι, καὶ μέντοι
καὶ τὸν θυμὸν αὐτῶν καὶ τῆς ψυχῆς τὸ ἄτρεπτον ἡσυχῇ καταμαραίνουσιν, ὡς ἐκείνους μὲν λήθην ἴσχειν τῆς τέως ἀμάχου ἀγριότητος, παραλύεσθαι δὲ τοῦ πρόσθεν θυμοῦ. προσιέναι τε τοὺς τούτων πωλευτὰς καὶ ἐκ χειρὸς ὀρέγειν τροφήν, τοὺς δὲ ὑπὸ τῆς χρείας ἀναγκαζομένους λαμβάνειν καὶ μὴ κακουργεῖν, βλέπειν τε ἤδη πρᾷόν τε καὶ κεκμηκός. οἱ δὲ ἄγαν
αὐτῶν ἰσχυροὶ καὶ | τέλειοι ἀπορρήξαντες τὰ δεσμὰ καὶ ταῖς ἀκμαῖς τῶν 88 κεράτων καὶ ταῖς προβοσκίσιν ἀνασπῶντες τὰ δένδρα, τὰ δὲ καὶ κατέαξαν ὑπὸ ῥύμης καὶ ἐμπεσόντες εἰς αὐτά, μόλις καὶ ὀψὲ τοῦ χρόνου τὰ μὲν λιμῷ, τὰ δὲ γλυκείᾳ τροφῇ, τὰ δὲ κέντροις ἡμερώθησαν. τροφὴ δὲ ἡμερουμένοις τοῖσδε τοῖς ζῴοις ἄρτοι τε οἱ μέγιστοι καὶ κριθαὶ καὶ ἰσχάδες
καὶ ἀσταφίδες καὶ κρόμμυα καὶ σκόροδα καὶ μέλι χύδην σχίνου τε καὶ φοίνικος καὶ κιττοῦ φάκελοι καὶ πᾶν ὅσον ἐδωδίμου ὕλης καὶ ἐκείνοις συντρόφου καὶ ἐκ τούτου τοι καὶ φίλης.
τροφαῖς καὶ τῷ ποικίλῳ αὐτῶν, ὅμως τὸ φίλτρον τῆς θρεψαμένης χώρας 89 90 οὐκ ἂν αὐτοῖς ποτε ἐξίτηλον γένοιτο. οἱ πλεῖστοι γοῦν ὑπὸ τῆς λύπης διαφθείρονται, ἤδη δέ τινες καὶ κλαίοντες ἀστακτὶ καὶ ἀμέτροις τοῖς δάκρυσιν ἐπηρώθησαν τὴν ὄψιν. εἰσάγονται δὲ εἰς τὰς ναῦς διὰ γεφύρας, παῤ ἑκάτερα αὐτῆς κλάδων τεθηλότων καὶ κομώντων μεμιγμένων καὶ ὕλης ἄλλης
διατεινομένης εἰς ἀπάτην τῶν θηρίων, εἰ γὰρ ταῦτα ὁρῷεν οἱ ἐλέφαντες, ἔτι καὶ τότε διὰ τῆς γῆς ἰέναι σφᾶς αὐτοὺς δοκοῦσιν, οὐδὲ ἐπιτρέπει ταῦτα ὁρᾶσθαι τὴν θάλασσαν. βραχέα δέ ἐστι καὶ ἀγχιβαθῆ τὰ πρὸ τῆς χώρας, ἐξ ἧς ἀνάγκη πλεῖν αὐτούς, καὶ αἱ ναῦς ἀφεστᾶσιν αἱ φορτίδες· καὶ διὰ ταῦτα τῆς γεφύρας δεῖ καὶ τῆς μηχανῆς τε καὶ ἐπιβουλῆς
τῆς διὰ τῶν κλάδων καὶ τῆς ὕλης τῆς προειρημένης.
| Μεγαρέας, ἑνὶ τῶν ἐλεφάντων τῶν πολεμικῶν συνετρέφετο καὶ. 91 θῆλυς, ὄνομα Νίκαια. ταύτῃ τοίνυν ἡ τοῦ τρέφοντος αὐτὸν γυνὴ παιδίον ἔτυχε τεκοῦσα πρὸ ἡμερῶν τριάκοντα καὶ παρακατέθετο φωνῇ τᾖ Ἰνδῶν, ἧς ἀκούουσιν ἐλέφαντες. ὁ δὲ καὶ ἐφίλει τὸ παιδίον καὶ ἐφύλαττε, καὶ κειμένου πλησίον ἥδετο, καὶ κνυζομένου παρέβλεπε, καὶ καθεύδοντος τῇ
προβοσκίδι τὰς μυίας ἀνεσόβει καλάμου κλαδὶ τοῦ παραβαλλομένου εἰς τροφήν· εἴ γε μὴν παρῆν τὸ βρέφος, τότε καὶ τροφὴν ἀνεστέλλετο. οὐκοῦν ἔδει μὲν τὴν τρέφουσαν αὐτὸ ἐμπλῆσαι μὲν τοῦ γάλακτος, παραθεῖναι δὲ τῷ κηδεμόνι, ἢ πάντως ἀγανακτῶν ἡ Νίκαια ἧν δῆλος καὶ τεθυμωμένος καί τι καὶ δρασείων τῶν δεινῶν. πολλάκις δὲ καὶ ἀνακλαύσαντος αὐτοῦ,
εἶτα τὴν σκάφην ᾗ ἐνέκειτο διέσεισε, παραμυθούμενος τῷ σεισμῷ τὸ βρέφος, οἷα δή που καὶ φιλοῦσι καὶ αἱ τροφοὶ καὶ τῆθαι δρᾶν ποιῶν ὡς ἄνθρωπος ὁ ἐλέφας.
γνωρίσαι. καὶ τοῦτο μὲν Ἰνδικὸν τὸ ἔργον, ἐκεῖθεν δὲ ἐξεφοίτησε δεῦρο· ἀκούω δὲ καὶ ἐπὶ Τόπου Ῥωμαίων βασιλεύοντος, ἀνδρὸς καλοῦ καὶ ἀγαθοῦ, ἐν τῇ Ῥώμῃ ταὐτὸ γεγονέναι. προστιθέασι δὲ ὅτι ἄρα ὁ ἐνταῦθα ἐλέφας ἀπέκτεινε μὲν ἀμφοτέρους καὶ ἐν ἱματίῳ κατεκάλυψε, καὶ ἐλθόντι τῷ τροφεῖ ἀποβαλὼν τὸ ἱμάτιον κειμένους ἀλλήλων πλησίον ἀπέδειξε καὶ τὸ κέρας δέ,
ᾧπερ οὖν διέπειρεν αὐτούς, καὶ τοῦτο ᾑμαγμένον ἑωρᾶτο.
θερμὰ μέν, ἔναιμα δὲ ἔτι προσφέροντες καὶ ἐντιθέντες. τοὺς δὲ ὀφθαλμοὺς θεραπεύουσιν αὐτῶν βόειον γάλα ἀλεαίνοντες, εἶτα αὐτοῖς ἐγχέοντες, οἱ δὲ ἀνοίγουσι τὰ βλέφαρα, 〈καὶ〉 ὠφελούμενοι ἥδονταί τε καὶ αἰσθάνονται, ὥσπερ ἄνθρωποι. καὶ εἰς τοσοῦτον ἐπικλύζουσιν εἰς ὅσον ἂν ἀποπαύσωνται λημῶντες. μαρτύριον δὲ τοῦ παύσασθαι τὴν ὀφθαλμίαν τοῦτό ἐστι. τὰ δὲ
νοσήματα ὅσα αὐτοῖς προσπίπτει ἄλλως, ὁ μέλας οἶνος αὐτοῖς ἐστιν ἄκος. εἰ δὲ μὴ γένοιτο ἐξάντης τοῦ κακοῦ τῷ φαρμάκῳ τούτῳ, ἄσωστά οἵ ἐστιν.
ἄνθη σφίσιν ἀθροίσοντες· εἰσὶ γὰρ ἐρασταὶ εὐωδίας, καὶ ἄγονταί γε ἐπὶ τοὺς λειμῶνας καὶ ὀσμῇ πωλευθησόμενοι τῇ ἡδίστῃ. καὶ ὁ μὲν ἐκλέγει κρίνας τῇ ὀσφρήσει τὸ ἄνθος, τάλαρον δὲ ἔχων ὁ πωλευτὴς τρυγῶντος καὶ ἐμβάλλοντος ὑπέχει. εἶτα ὅταν ἐμπλήσῃ τοῦτον, ὥσπερ οὖν ὀπώρας 95 96 μενος λοῦται, καὶ ἥδεται τῷ λουτρῷ κατὰ τοὺς τῶν ἀνθρώπων ἁβροτέρους. εἶτα ἐπανελθὼν τὰ ἄνθη ποθεῖ, καὶ βοᾷ βραδύνοντος, καὶ οὐχ αἱρεῖται τροφὴν πρὶν ἢ κομίσῃ τίς οἱ ὅσα ἐτρύγησεν. εἶτα μέντοι τῇ προβοσκίδι ἀναιρούμενος ἐκ τοῦ ταλάρου τῆς φάτνης καταπάττει τὰ χείλη, ἥδυσμα
τοῦτό γε τῇ τροφῇ διὰ τῆς εὐοσμίας ἐπινοῶν, ὡς εἰπεῖν. κατασπείρει δὲ καὶ τοῦ χώρου ἔνθα αὐλίζεται τῶν ἀνθέων πολλά, ἡδυσμένον αἱρεῖσθαι γλιχόμενος ὕπνον. Ἰνδοὶ δὲ ἐλέφαντες ἧσαν ἄρα πηχῶν ἐννέα τὸ ὕψος, πέντε δὲ τὸ εὖρος. μέγιστοι δὲ ἄρα τῶν ἐκεῖθεν ἐλεφάντων οἱ καλούμενοι Πραίσιοι, δεύτεροι δὲ ἂν αὐτῶν τάττοιντο οἱ Ταξίλαι.
τούτου τοῦ ζῴου. καὶ μέντοι γε καὶ κίνησίν τινα ὑποκινεῖται πολεμικήν, οἷον ἐνδεικνύμενος ὅτι καὶ τοῦτο τὸ μάθημα ἀποσώζει. τέσσαρες δὲ καὶ εἴκοσι τῷ βασιλεῖ φρουροὶ παραμένουσιν ἐλέφαντες ἐκ διαδοχῆς, ὥσπερ οὖν οἱ φύλακες οἱ λαμπροί, καὶ αὐτοῖς παίδευμα τὴν φρουρὰν οὐ κατανυστάζειν· διδάσκονται γὰρ σοφίᾳ τινὶ Ἰνδικῇ καὶ τοῦτο. καὶ λέγει μὲν ὁ Ἑκαταῖος ὁ
Μιλήσιος Ἀμφιάρεων τὸν Οἰκλέους κατακοιμίσαι τὴν φυλακὴν καὶ ὀλίγου παθεῖν ὅσα λέγει. οὗτοι δὲ ἄρα ἄγρυπνοι καὶ ὕπνῳ μὴ ἡττώμενοι, πιστότατοι τῶν ἐκεῖ φυλάκων μετά γε τοὺς ἀνθρώπους εἰσίν.
ἐλέφαντες, δεκάτῳ ἔτει πάντως αὐτοῖς τὰ κέρατα ἐκπεσεῖν σπεύδει, ὥσπερ οὖν καὶ τῶν ἐλάφων, ἀλλὰ τούτων ἀνὰ πᾶν ἔτος. οἱ τοίνυν ἐλέφαντες οἵδε γῆν πεδιάδα καὶ ἔνδροσον προαιροῦνται τῆς ἄλλης, καὶ ἐπερείδουσιν 98 99 εἰς αὐτὴν ὀκλὰξ ἐπικύψαντες, ἐκδῦναι αὐτῶν δεινῶς σφριγῶντες. τοσοῦτον δὲ ἄρα ἐπωθοῦσιν, ὡς καὶ τέως αὐτὰ ἀποκρύψαι· εἶτα μέντοι ὑποψήσαντες τοῖς ποσὶ λεῖον τὸν χῶρον ἀπέφηναν τὸν φρουροῦντα τὸ θησαύρισμα αὐτοῖς. γονιμωτάτη δὲ ἄρα ἡ γῆ οὖσα εἶτα ἤκιστα τὴν πόαν φύει καὶ ἀφανίζει
τὴν ὄψιν τοῦ γεγενημένου τοῖς ὁδῷ χρωμένοις. οἱ δὲ καὶ ταῦτα ἀνιχνεύοντες τὰ φώρια καί τινα σοφίαν τῆς ἐκείνων ἐπιβουλῆς | ἔχοντες, ἐν ἀσκοῖς. 100 αἰγείοις ὕδωρ κομίζουσιν· εἶτα αὐτοὶ διασπείρουσι πεπληρωμένους ἄλλος ἀλλαχόσε, καὶ αὐτοὶ καταμένουσι. καὶ καθεύδει τις, καὶ ἄλλος ὑποπίνει, καί πού τις καὶ μεταξὺ ἐπιρροφῶν τῆς κύλικος ὑπαναμέλπει καὶ μέμνηται
διὰ τοῦ μέλους ἧς ἐρᾷ. εἰ δὲ καὶ νέον ὡρικὸν ὑποπειρᾷ παρόντα τις καὶ αὐτὸν τῆς ἰχνεύσεως κοινωνόν, οὐκ ἂν θαυμάσαιμι· εἰσὶ γὰρ Μαυρούσιου καὶ καλοὶ καὶ μεγάλοι, καὶ ἀνδρικὸν ὁρῶσι, καὶ ἔργων ἔχονται θηρατικῶν, καὶ μέντοι καὶ πολλὰ ἀναφλέγουσι μειράκια ἔτι καὶ τηλικοίδε ὄντες. οὐκοῦν οἷς τὰ κέρατα εἴη κατορωρυγμένα πλησίον ἐκεῖνα, τὰ δὲ ἴυγγί τινι ἀπορρήτῳ
καὶ θαυμαστῇ δὲ τὸ ὕδωρ ἐκεῖνο ἐκ τῶν ἀσκῶν ἕλκει, καὶ ἀποδείκνυσι κενοὺς αὐτούς. ἐνταῦθα τοίνυν σμινύαις τε καὶ μακέλλαις διασκάπτουσι τὸν χῶρον, καὶ ἔχουσι τὸ θήραμα ῥινηλατήσαντες ἄνευ κυνῶν. ἐὰν δὲ ἔμπλεῳ μένωσιν οἱ ἀσκοὶ οὗπερ οὖν καὶ κατέθεσαν αὐτοὺς οἱ τῶν κεράτων τῶνδε θηραταί, οἱ δὲ ἀπίασιν ἐπ’ ἄλλην θηρείαν, καὶ μέντοι καὶ ἀσκοὺς καὶ ὕδωρ
ἐπάγονται πάλιν, θήρατρα τῆς ἄγρας τῆς προειρημένης.
ἐλέφαντες τῶν ἠπειρωτῶν ἀλκιμώτεροί τε τὴν ῥώμην καὶ μείζους ἰδεῖν εἰσι, καὶ θυμοσοφώτεροι δὲ πάντα πάντη κρίνοιντο ἄν. κομίζουσί τε αὐτοὺς εἰς τὴν ἀντιπέρας ἤπειρον ναῦς μεγάλας τεκτηνάμενοι (ἔχει γὰρ δήπου καὶ δάση ἡ νῆσος), πιπράσκουσί τε διαπλεύσαντες τῷ βασιλεῖ τῷ ἐν Καλίγγαις. 101 102 διὰ μέγεθος δὲ ἄρα τῆς νήσου οὐδὲ ἴσασιν οἱ τὰ μέσα αὐτῆς οἰκοῦντες τὴν θάλασσαν, ἀλλὰ ἠπειρώτην μὲν βίον τρίβουσι, τὴν περιερχομένην δὲ αὐτοὺς καὶ κυκλουμένην πυνθάνονται θάλασσαν· οἱ δὲ τῇ θαλάττῃ πρόσοικοι τῆς μὲν ἄγρας τῆς τῶν ἐλεφάντων ἀμαθῶς ἔχουσιν, ἀκοῇ δὲ αὐτὴν ἴσασι μόνῃ.
μὲν κεφαλὴ δι᾿ ὀλίγων τῶν τοῦ αὐχένος σπονδύλων πρὸς τὴν ῥάχιν συνάπτεται· ἔχει δὲ τὴν προνομαίαν, τὴν τοῦ τραχήλου χρείαν ἀποπληροῦσαν, δι’ ἧς καὶ τὴν τροφὴν προσάγεται καὶ τὸ ποτὸν ἀνιμᾶται. ἀλλὰ καὶ ἀδιάρθρωτοι αὐτῶν οἱ πόδες, οἱονεὶ κίονες ἐρρωμένοι τὸ βάρος ὑποστηρίζουσιν. εἰ γὰρ χαῦνα αὐτῶν καὶ δίυγρα ὑπετέθη τὰ κῶλα, συνεχεῖς ἂν ἐγίνοντο
τῶν ἄρθρων αἱ ἐκτροπαί, συνοκλάζοντος καὶ διανισταμένου κουφίζειν τὸ βάρος μὴ ἐξαρκοῦντα. νῦν δὲ βραχὺς ἀστράγαλος ὑπόκειται τῷ ποδὶ τοῦ ἐλέφαντος, οὔτε μέντοι εἰς ἀγκύλην οὔτε εἰς γόνυ διήρθρωται. οὐ γὰρ ἂν
ὑπήνεγκε τὸ τῶν ἄρθρων ὀλισθηρὸν τὴν πολυσαρκίαν τοῦ ζῴου, πολλὴν αὐτῷ περικεχυμένην καὶ περιτρέμουσαν. ὅθεν χρεία γέγονε τοῦ μυκτῆρος
ἐκείνου μέχρι ποδῶν καθειμένου. οὐχ ὁρᾷς ἐν τοῖς πολέμοις ὅτι οἱονεὶ πύργοι τινὲς ἔμψυχοι τῆς φάλαγγος προηγοῦνται; ἢ βουνοί τινες σάρκινοι καὶ ἀνυπόστατον ἔχοντες τὴν ὁρμὴν τῶν ἐναντίων τὸν συνασπισμὸν διακόπτουσιν; οἷς εἰ μὴ ἦν ἀναλογοῦντα τὰ κάτω, πρὸς οὐδένα ἂν χρόνον τὸ ζῷον διήρκεσε. νῦν δὲ ἤδη τινὲς ἱστοροῦσι καὶ τριακόσια ἔτη καὶ πλείω
τούτων βιοῦν τὸν ἐλέφαντα. διὰ τοῦτο συμπεπηγὼς καὶ οὐ διηρθρωμένος τὰ κῶλα. τὴν δὲ τροφήν, ὥσπερ ἔφαμεν, ἡ προνομαία χαμόθεν ἐπὶ τὸ ὕψος διακομίζει, ὀφιώδης τις οὗσα καὶ ὑγροτέρα τὴν φύσιν.
δὴ καὶ τοὺς ταυρελέφαντας λεγομένους. ἔστι δὲ τὰ μὲν ἄλλα πάντα βοῦς μέγιστος, τὴν δὲ βύρσαν καὶ τὸ χρῶμα ἐλέφαντος ἔχει καὶ σχεδὸν εἰπεῖν 104 105 καὶ τὸ μέγεθος· | αὐτὸ γὰρ εἰς Ῥωμαίους κομισθὲν τὸ ζῷον θεασάμενος 106 γράφω.
τὸ ὀπίσθιον· τὰ γὰρ ἄλλα τετράποδα κατὰ διάμετρον πορεύεται χιάζοντα τοῖς σκέλεσιν.
καθάπερ κάμηλος, καὶ γενόμενος ἑξαμηνιαῖος αἴρων τὸ σκέλος οὐρεῖ καθάπερ καὶ οἱ κύνες.
καθάπερ καὶ οἱ κύνες. συνεγγίζων δὲ τῷ διωκομένῳ καὶ ἐπιρρίπτει ἑαυτόν, 110 111 ἵνα ταχύτερον ἐπιτύχῃ. πρὸς δὲ τὰς πόλεις ἔρχονται οἱ λέοντες ὅταν γένωνται γέροντες, ἵνα τοὺς ἀνθρώπους διώκωσιν, ἀδυνατοῦντες θηρεύειν. λέγεται δὲ κατ᾿ αὐτοῦ ὡς ὅτι μάλιστα τὸ πῦρ φοβούμενος φεύγει.
δειλός ἐστιν, ὁ δὲ μακρὸς καὶ εὔθριξ ἀνδρεῖος.
διὸ καὶ τὸ περίττωμα προΐεται διὰ τρίτης ἡμέρας ἐσφαιρωμένον· προίεται δὲ καὶ φῦσαν δριμεῖαν καὶ οὖρον ὀσμὴν ἔχον σαπράν.
καθεύδων κινεῖ τὴν οὐρὰν καὶ ἀνεῳγμένους ἔχει τοὺς ὀφθαλμούς. ἔστι δὲ ῥωμαλέος καὶ συνετός. τὰ οὖν ἡμίβρωτα κρέα οὐ φυλάττει, ἀλλὰ τοῦ ἄσθματος περιχανὼν ἐμπιμπλᾷ, τὰ δὲ ἄλλα ζῷα ἥκοντα καὶ αἰσθανόμενα οὀ τολμᾷ προσάψασθαι. διὸ εἰ μὴ εὐθηρία γένοιτο αὐτῷ, ὡς ἐπὶ οἰκεῖον θησαύρισμα παραγίνεται. ὅταν δὲ ὑπερπλησθῇ, κενοῖ ἑαυτὸν ἀσιτίᾳ· ἀλλὰ
καὶ πίθηκον φαγὼν κενοῦται τὴν γαστέρα ταῖς ἐκείνου λαπάξας σαρξί.
εἰσὶ γὰρ καὶ ῥινηλατεῖν ἀγαθοί.
λόγοις αὐτὸν ἐντρεπτικοῖς ἴσχει τοῦ πρόσω καὶ ῥυθμίζει, σωφρονίζουσα αὐτὸν καὶ λαλεῖ μὴ φλεγμαίνειν ὑπὸ τοῦ λιμοῦ. ἐπαΐει δὲ ἄρα ὁ λέων φωνῆς Μαυρουσίας, καὶ ὁ νοῦς τῆς ἐπιπλήξεως τῇ γυναικὶ τῆς πρὸς τὸ θηρίον τοιόσδε ἐστίν, ὡς ἐκεῖνοι λέγουσιν· “σὺ δὲ οὐκ αἰδῇ λέων ὢν ὁ τῶν ζῴων βασιλεὺς ἐπὶ τὴν ἐμὴν καλύβην ἰών, καὶ γυναικὸς δεόμενος ἵνα
τραφῇς, καὶ δίκην ἀνθρώπου λελωβημένου τὸ σῶμα εἰς χεῖρας γυναικείας 114 115 ἀποβλέπεις, ἵνα οἴ κτῳ καὶ ἐλέῳ τύ χῃς ὧν δέῃ; ὃν· δέον εἰς ὀρείας ὁρμῆσαι διατριβὰς ἐπί τε ἐλάφους καὶ βουβαλίδας καὶ τὰ λοιπὰ ὅσα λεόντων δεῖ πνον ἔνδοξον. κυνιδίου δὲ ἀθλίου φύσει προσεοικὼς ἀγ απᾷς παρατραφῆναι”. καὶ ἡ μὲν ἐπᾴδει τοιαῦτα· ὁ δὲ ὥσπερ οὖν πληγεὶς τὴν
ψυχὴν καὶ ὑποπλησθεὶς αἰδοῦς ἡσυχῇ καί κάτω βλέπων ἀπαλλάττεται ἡττηθεὶς τῷ δικαίῳ. οἱ δὲ ἵπποι καὶ οἱ κ ύνες διὰ τὴν συντροφίαν ἀπειλούντων ἀνθρώπων συνιᾶσι καὶ καταπτήσσουσι, καὶ Μαυρουσίου ς οὐκ ἂν θαυμάσαιμι λεόντων ὄντας συντρόφους καὶ ὁμοτρόφους αὐτοῖς | ὑπ᾿ 116 αὐτῶν ἐκείνων ἀκούεσθαι. τοῖς γάρ τοι βρέφεσι τοῖς ἑαυτῶν μαρτυροῦσιν
ὅτι τοὺς σκύμνους τῶν λεόντων τῆς ἴσης τε καὶ ὁμοίας διαίτης ἀξιοῦσι καὶ κοίτης μιᾶς καὶ στέγης μιᾶς· καὶ ἐκ τούτων καὶ φωνῆς τῆς προειρημένης ἀκούειν τοὺς θῆρας, οὐδὲν οὔτε ἄπιστον οὔτε παράδοξον.
τε εἶναι ἔτι καὶ ἀμῦναί σφισιν ἀδυνάτους. ἐπεὶ δὲ ἀφίκετο ἔκ τινος ἄγρας ὅ τε πατὴρ καὶ ἡ μήτηρ, καὶ εἶδον τοὺς παῖδας πεφονευμένους ἐν τῇ κοίτῃ, οἶα εἰκὸς ἤλγουν καὶ ἐπὶ τὴν ἄρκτον ἵεντο· ἡ δὲ δείσασα ἐπί τι δένδρον ποδῶν εἶχεν ἀνέθει, καὶ καθῆστο τὴν ἐπιβουλὴν τὴν ἐξ ἐκείνων ἐκκλῖναι πειρωμένη. ὡς δὲ ἐδόκουν τοῦ τιμωρήσασθαι τὴν λυμεῶνα ἥκειν δεῦρο,
ἡ μὲν λέαινα οὐ λείπει τὴν φυλακήν, ἀλλ᾿ ὑπὸ τῷ πρέμνῳ καθῆστο ἐλλοχῶσα καὶ ὕφαιμον ἄνω βλέπουσα, ὁ δὲ λέων, οἶα ἀδημονῶν καὶ ἀλύων ὑπὸ τοῦ ἄχους ὡς ἄνθρωπος, εἶτα ἐν τοῖς ὄρεσιν ἠλᾶτο, καὶ ἀνδρὶ ὑλουργῷ περιτυγχάνει· ὁ δὲ ἔδεισε καὶ ἀφίησι τὸν πέλεκυν, τὸ δὲ θηρίον ὁ λέων ἔσαινέ τε καὶ ἑαυτὸν ἀνατείνας ἠσπάζετο, ὡς οἰός τε ἦν, καὶ τῇ γλώττῃ
τὸ πρόσωπον ἐφαίδρυνεν αὐτῷ. καὶ ἐκεῖνος ὑπεθάρρησεν, ὅ τε λέων περιβαλών οἱ τὴν οὐρὰν ἦγεν αὐτόν, καὶ ἀφιέντα τὸν πέλεκυν οὐκ εἴα, ἀλλὰ ἐσήμαινε τῷ ποδὶ ἀνελέσθαι. ὡς δὲ οὐ συνίει, ὁ δὲ τῷ στόματι ἐλάβετο, καὶ ὤρεφέν οἱ, καὶ εἴπετο ἐκεῖνος, ἄγει τε αὐτὸν ἐπὶ τὸ αὔλιον. καὶ ἡ 117 118 λέαινα εἰδε καὶ αὐτὴ προσελθοῦσα ἐπέσαινε, καὶ ἑώρα οἰκτρόν, καὶ ἀνέβλεπεν εἰς τὴν ἄρκτον. συνιδὼν οὖν ὁ ἄνθρωπος καὶ συμβαλὼν ἠδικῆσθαί τι τούτους τους ἐξ ἐκείνης, ὡς εἶχε ῥώμης τε καὶ χειρῶν, ἐξέκοπτε τὸ δένδρον. καὶ τὸ μὲν ἀνετράπη, ἡ δὲ κατηνέχθη· καὶ διεσπάσαντο οἱ θῆρες αὐτήν· τόν
τε ἄνθρωπον ὁ λέων ἀπαθῆ τε καὶ ἀσινῆ πάλιν ἐπανήγαγεν εἰς τὸν χῶρον, οὗ πρότερον ἐνέτυχεν αὐτῷ, καὶ ἀπέδωκε τῇ ἐξ ἀρχῆς ὑλοτομίᾳ.
ζῴου πυρὶ ἀποκρίνεσθαι, ὕδατι μόνον τὰ κατόπιν.
ἴσοι τὰ μεγέθη πέντε ἐκ δεξιῶν λοβοὶ καὶ τρεῖς ἐξ ἀριστερῶν· ἧπαρ ἑξάλοβον, λευκόν· καρδίαν στρογγύλην· τὰ δ᾿ ἄλλα σπλάγχνα οὐ παρὰ μέγεθος διαφέρπμτα. φέροντα.
τίκτει δὲ τὰ πλεῖστα δώδεκα, καὶ τὰ μὲν πρῶτα κατὰ τὸν πατέρα ὅμοια, τὰ δὲ ὕστερα κατ᾿ αὐτήν. κατέδεται δὲ τὸ χόριον εὐθέως πρὶν ἢ τῆς γῆς θιγεῖν.
καλουμένους κυνόδοντας γενόμενος τετραμηνιαῖος· γηράσκων δὲ ὑπομελανοῖ τοὺς ὀδόντας καὶ ἀμβλεῖς ποιεῖ· ὅθεν καὶ διαγινώσκεται ὁ νέος παρὰ τὸν γέροντα ἐν τῷ λευκοὺς καὶ ὀξεῖς ἢ λείους καὶ ἀμβλεῖς ἔχειν τοὺς ὀδόντας.
κυνῶν ἐκ τοῦ ἐναντίου.
πάρεξ ἀνθρώπου.
ἐγχρονίσασα δὲ καὶ αὐτὴ δυσέφικτον. λέγεται δὲ ὡς ἑλμινθιάσασα, σῖτον φαγοῦσα ἐκτινάσσει τὰς ἕλμινθας.
τὴν ψυχήν.
κατείληπται τῷ πάθει τῷδε, εἶτα ὀξυωπέστατα γίνεται τῶν ἄλλων ζῴων ἁπάντων.
δὲ καὶ τραυμάτων ἀντίπαλον πόαν, τοῦ σίτου δὲ τὸ καλούμενον λήιον ἐσθίουσι, ἐκκρίνουσαι ἕλμινθας. ὁ δὲ τῆς μελίας καρπὸς τοὺς μὲν ὗς ἰαίνει, αὐτῷ δὲ ἄλγημα ἰσχίου προξενεῖ. τοῦτο δὲ τὸν κύνα οὐ λέληθε, διὸ καὶ ἀφίσταται αὐτῆς πάνυ ἐγκρατῶς.
αἰσθητικῶς ἔχουσι κύνες, ὥσπερ δὴ καὶ βόες καὶ αἶγες καὶ ὕες καὶ ὄφεις 127 καὶ ἕτερα ζῷα. καὶ σεισμὸν δὲ καὶ λοιμὸν (προγινώσκει) καὶ ὑγείαν ἀέρος καὶ εὐφορίαν καρπῶν.
οἱ κύνες θυμικώτατοι, ἐπεὶ καὶ θυμοειδέστατοι οἱ ἄνδρες. οἱ δὲ Καρμάνιοι ἀγριώτατοι, ἐπεὶ καὶ τὸ ἔθνος αὐτὸ τὴν φύσιν τοιοῦτόν ἐστιν.
τὸ χιτώνιον, ἵν’ ἀποτείνῃ αὐτό, ἐλύττησε καὶ ἀπέθανεν.
κατὰ τῶν ἱματίων δάκνοντες, εἶτα ἕλκοντες ἐπὶ τὸ πάθος, οἷον ἐπικούρους τῷ δεσπότῃ παρακαλοῦντες τοὺς ἀνθρώπους οἱ κύνες. καὶ γοῦν εἷς ὁρῶν τὸ γινόμενον ὑπώπτευσε τὸ συμβὰν καὶ ἠκολούθησε καὶ εὗρε τὸν Νικίαν ἐν τῇ | καμίνῳ καταφλεγέντα, ἐκ τῶν λειψάνων συμβαλῶν 130 τὸ γενόμενον.
Ῥωμοίου σφαγέντος οὐδεὶς μέντοι τῶν ἐχθρῶν τοῦ ἀνδρὸς ἠδυνήθη τὴν κεφαλὴν ἀποτεμεῖν, καίτοι μυρίων ἀγώνισμα τιθεμένων σφίσι καὶ καλλώπισμα τοῦτο, πρὶν ἢ τὸν παρεστῶτά οἱ κύνα ἀποκτεῖναι ὄπ’ αὐτοῦ τραφέντα καὶ μέντοι καὶ τὴν εὔνοιάν οἱ πιστότατα ἀποσώζοντα καὶ ὑπερμαχοῦντα τοῦ κειμένου, ὥσπερ οὖν συστρατιώτην τε καὶ σύσκηνον ἀγαθὸν καὶ ἐς τὰ
ἔσχατα φίλον. οἷον δ’ αὖ καὶ τόδε ἔρεξεν οὐκ ἀνὴρ μὰ Δία, ἀλλὰ ἀγαθὸς κύων καὶ τὴν γνώμην καρτερός, μαθεῖν ἄξιον. ὁ Ἠπειρώτης Πύρρος ὡδοιπόρει, εἶτα μέντοι περιτυγχάνει νεκρῷ πεφονευμένῳ καὶ κυνὶ παρεστῶτι καὶ φρουροῦντι τὸν δεσπότην, ἵνα μὴ πρὸς τῷ φόνῳ καὶ τῷ νεκρῷ λυμήνηταί τις. ἔτυχε δὲ ἄρα τρίτην ἔχων ὁ κύων ἀπόσιτος τὴν ἡμέραν ἐπὶ
τῇ φιλοπόνῳ καὶ καρτερικωτάτῃ φρουρᾷ. ὅπερ οὖν διδαχθεὶς ὁ Πύρρος τὸν μὲν ᾤκτειρε καὶ ταφῆναι ἠξίωσε· τόν γε μὴν κύνα προσέταξε τυχεῖν κηδεμονίας, καὶ ἐδίδου ὅσα κυνὶ παρόντι ἐκ χειρός, καὶ μάλα γε ἱκανὰ καὶ ἐφολκὰ εἰς τὴν ἑαυτοῦ φιλίαν τε καὶ εὔνοιαν, κατὰ μικρὸν ὑπάγων τὸν κύνα Πύρρος. καὶ ταῦτα μὲν ἐς τοσοῦτον. εἶτα μέντοι οὐ μετὰ μικρὸν ἐξέτασις
ὁπλιτῶν ἦν, καὶ ὁ βασιλεύς, ὃν προεῖπον, ἐθεᾶτο, καί οἱ παρῆν ἐκεῖνος ὁ κύων. καὶ τὰ μὲν ἄλλα ἑαυτὸν συνεῖχε καὶ πραότατος ἧν· ἐπεὶ δὲ ἄρα τοὺς τοῦ δεσπότου φονέας ἐν τῇ τῶν στρατιωτῶν εἶδεν ἐξετάσει, ὁ δὲ οὐκ ἐκαρτέρησεν ἐνταῦθα ἀτρεμεῖν, ἀλλ’ ἐς αὐτοὺς ἐπήδα καὶ ὑλάκτει ἀμύσσων τοῖς ὄνυξι, καὶ ἐς τὸν Πύρρον ἅμα ἐπιστρεφόμενος ὡς οἷός τε ἧν, | ἐπήγετο 133
μάρτυρα ὅτι ἄρα τοὺς ἀνδροφόνους ἔχει. οὐκοῦν ὑπόνοια εἰσέρχεται καὶ τὸν βασιλέα καὶ τοὺς περιεστῶτας αὐτόν, καὶ ποιοῦνται ἐνθύμιον τὴν τοῦ κυνὸς ὑλακὴν τὴν ἐς τοὺς προειρημένους. καὶ συλληφθέντες στρεβλοῦνται, καὶ κατεῖπον ὅσα ἐτόλμησαν. καὶ δοκεῖ μὲν μῦθος ταῦτα τοῖς ἄλλοις ὅσοι Διὸς Ἑταιρείου καὶ Φιλίου τὸν θεσμὸν πατήσαντες εἷτα μέντοι ζῶντας 134 135 προὔδοσαν τοὺς φίλους καὶ ἀποθανόντας· ἐγὼ δὲ οὐ πείθομαι τοῖς νοοῦσι κακῶς τὰ τῆς φύσεως καλά. εἴπερ οὖν τοῖς ἀλόγοις μετέδωκεν εὐνοίας τε καὶ στοργῆς, πάντως που καὶ τῷδε τῷ ζῷῳ τῷ λογικῷ μετέδωκε μᾶλλον. ἀλλὰ οὐ χρῶνται τῷ δώρῳ. καὶ τί δεῖ τὰ λοιπὰ ἐπλέγειν ὁπόσα ἄνθρωποι
ὑπὸ τοῦ πονηροῦ κέρδους κακὰ τοὺς ἑαυτῶν φίλους εἰργάσαντο, ἐπιβουλὰς ῥάπτοντες καὶ προδιδόντες; ὡς ἐμέ γε ἀλγεῖν εἴπερ οὖν ἀνθρώπων πιστότερος καὶ εὐνούστερος ἐλήλεγκται ὁ κύων ὤν.
τινα· καὶ γὰρ ἧν ἐμπορικὸς καὶ τὴν ἐκ τῶν ὼνίων καπηλείαν τε καὶ μεταβολὴν πρόσοδον εἶχεν· ἀργύριον δὲ ἐπήγετο καὶ οἰκέτην καὶ κύνα, ἔφερε δὲ τὸ ἀργύριον ὁ δοῦλος. ἐπεὶ δὲ πρὸ ὁδοῦ ἦσαν, ὁ οἰκέτης ἐξετρέπετο· ἤπειμε γάρ τι αὐτὸν τῶν κατὰ φύσιν· ἠκολούθησε δὲ καὶ ὁ κύων. τὸ τοίνυν φασκώλιον ἀνέπαυσεν ὁ νεανίας, καὶ ἀνελέσθαι πάλιν οὐκ ἐνενόησεν,
ἀλλὰ ᾤχετο ἀπιών. ὁ δὲ κόων ἑαυτὸν κατακλίνας ἐπὶ τῷ ἀργυρίῳ ἔμεινεν ἥσυχος. ἐλθόντες τε εἰς τὴν Τέων ὅ τε δεσπότης καὶ ὁ οἰκέτης, εἶτα μέντοι ἄπρακτοι ἐπανῆλθον, ὅτου ὠνήσαιντο οὐκ ἔχοντες· τὴν αὐτήν γε μὴν ἐκτρέπονται πάλιν ἔνθα ὁ οἰκέτης ἀπέλιπε τὸ βαλάντιον, καὶ καταλαμβάνουσι τὸν σφέτερον κύνα ἐπικείμενον αὐτῷ καὶ μόλις ἐμπνέοντα ὑπὸ
λιμοῦ. ὁ δέ, ὡς εἶδε τὸν δσπότην καὶ τὸν ὁμόδουλον, ἑαυτὸν ἀποκλίνας κατὰ τοῦ φασκωλίου, κατὰ τὸν αὐτὸν χρόνον καὶ τὴν φρουρὰν καὶ τὴν ψυχὴν ἀφῆκεν. οὔκουν οὀδὲ ὁ Ἄργος ὁ κύων μυθοποίημα ἧν, ὧ θεῖε 136 Ὅμηρε, σόν, οὐδὲ κόμπος ποιητικός, εἴπερ οὖν καὶ τῷ Τηΐῳ ταῦτα ἀπήντησεν ὅσα προεῖπον.
Πώλῳ μὲν τῶν τῆς τραγῳδίας ὑποκριτῶν ὁ κύων ὁ τρόφιμος αὐτοῦ τεθνεῶτι καὶ καιομένῳ ἑαυτὸν συγκατέπρησε τῇ πυρᾷ ἐμπηδήσας. καιομένῳ δὲ καὶ Μέντορι σκύλακες Ἐρετρικαὶ ἑαυτὰς συγκατέπρησαν ἑκοῦσαι κοινωνήσασαι τοῦ τέλους. Θεόδωρον δὲ ἄνδρα ψαλτικὴν ἀγαθόν, τὸν μὲν ἐς τὴν σορὸν ἐνέθεσαν οἱ προσήκοντες, κυνίδιον δὲ Μελιταῖον ἑαυτὸ ἐνέβαλε
εἰς τὴν θήκην τοῦ νεκροῦ καὶ συνετάφη. πέπυσμαι δὲ καὶ Αἰθιόπων εἶναι ἔθνος, ἐν ᾦ βασλεύει κύων, καὶ τῇ ἐκείνου ὁρμῇ πείθονται, καὶ ὑλακτοῦντος τὴν ὀργὴν συνιᾶσι. τοῦτο εἴ τῳ ἱκανὸς Ἐρμιππος τεκμηριῶσαι μάρτυρά οἱ τοῦ λόγου ἐπαγόμενος Ἀριστοκλέα, πειθέτω· ἐμὲ δὲ μὴ λαθὸν εἴτα ἐν καλῷ τῆς μνήμης ἀφίκετο.
ἑκασταχοῦ φερούσας ἐκτροπὰς ἐπελθών, μονονουχὶ τὴν συλλογιστικὴν φωνὴν ἀφίησι δι’ ὧν πράσσει. ἢ τήνδε, φησίν, ἐτράπη τὸ θηρίον ἢ τήνδε ἢ ἐπὶ τόδε τὸ μέρος, ἀλλὰ μὴν οὔτε τήνδε οὔτε τήνδε· λειπόμενόν ἐστι τῇδε ὁρμεῖσθαι αὐτό᾿᾿. οὕτω τῇ ἀναιρέσει τῶν ψευδῶν εὁρίσκει τὸ ἀληθές. τί περισσότερον ποιοῦσιν οἱ ἐπὶ τῶν γραμμάτων σεμνῶς καθεζόμενοι καὶ τὴν
κόνιν καταχαράσσοντες, τριῶν προτάσεων ἀναιροῦντες τὰς δύο καὶ ἐν τῇ 140 141 λειπομένῃ τὸ ἀληθὲς ἐξευρίσκοντες; τὸ δὲ μνημονικὸν τῆς χάριτος τοῦ ζῴου τίνα τῶν ἀχαρίστων πρὸς εὐεργεσίαν οὐ καταισχύνει; ὅπου γε καὶ φονευθεῖσι δεσπόταις κατ’ ἐρημίαν πολλοὶ τῶν κυνῶν ἐπαποθανόντες μνημονεύονται; ἤδη δέ τινες ἐπὶ θερμῷ τῷ πάθει καὶ ὁδηγοὶ τοῖς ἐκζητοῦσι
τοὺς φονέας ἐγένοντο, καὶ ὑπὸ δίκην ἀχθῆναι τοὺς κακούργους ἐποίησαν.
ἀλώπηξ καὶ ἡ γαλῆ.
τοῖς ἰχθυοθήραις τῶν ληφθέντων τοὺς ἡμίσεις. εἰ δέ ποτε μὴ δῶσι δοκοῦντες λήσεσθαι, τὰ δίκτυα αὐτῶν ψυχόμενα κατασχίζουσι.
λύκος κατὰ πρόσωπον ταύρου ἰέναι διὰ τὰ κέρατα· ὡς ἐξ εὐθείας οὖν μαχούμενος ἑαυτὸν ὑποφαίνει, εἶτα, ἐξελίξας, εἰς τὰ νῶτα ἀνέθορε, καὶ ἐγκρατῶς ἔχεται, καὶ κατισχύει σοφίᾳ φυσικῇ.
προσπηδῶσι, καὶ τῶν μυκτήρων λαβόμενοι ἕλκουσιν· ὅταν δὲ θεάσωνται σφόδρα ἀντιτείνοντα, μεθῆκαν· καὶ ἐκεῖνος ὑπὸ τῆς ἐς τοὐπίσω βίας ἀνατέτραπται, καὶ οἱ λύκοι προσπεσόντες ἀνέρρηξαν τὴν νηδύν, καὶ ἐσθίουσιν αὐτόν.
οὐκ ἂν ἐπιβουλεύσαι ἢ ἀνθρώπῳ ἢ θρέμμασιν, οὐδὲ εἰ τῆς ἀγέλης βαδίζοι μέσος. μειοῦται δὲ ἡσυχῆ καὶ κατ’ ὀλίγον ἡ γλῶττα αὐτῷ, εἶτα εἰς τὸ ἀρχαῖον σχῆμα ἐπάνεισι, καὶ λύκος γίνεται αὖθις.
ἀμφιλόκην νύκτα καθ’ ἢν ἤδη κλέπτοντες λύκοι βαδίζουσι. λέγουσι δὲ φίλον ἡλίου εἶναι αὐτόν, καὶ διὰ ταῦτα εἰς τιμὴν τοῦ ζῴου κεκλῆσθαι καὶ τὸν ἐνιαυτὸν λυκάβαντα εἰσὶν οἵ λέγουσι. χαίρειν δὲ αὐτῷ καὶ τὸν Ἀπόλλωνα λόγος, καὶ ἡ αἰτία ἐκείνη διαρρέουσα καὶ εἰς ἐμὲ ἀφίκετο. τὸν. 147 γάρ τοι θεὸν τοῦτον τεχθῆναί φασι τῆς Λητοῦς μεταβαλούσης τὸ εἶδος εἰς
λύκαιναν. ταύτῃ τοι λέγει καὶ Ὅμηρος λυκηγενέϊ κλυτοτόξῳ· ταύτῃ τοι καὶ ἐν Δελφοῖς ἀνακεῖσθαι λύκον πέπυσμαι χαλκοῦν τὴν τῆς Λητοῦς ὼδῖνα αἰνιττόμενον. οἱ δὲ οὐ διὰ τοῦτό φασιν, ἀλλ’ ἐπεὶ κλαπέντα ἀναθήματα ἐκ τοῦ νεὼ καὶ κατορυχθέντα ὑπὸ τῶν ἱεροσύλων λύκος τὸ ζῷον κατεμήνυσε· παρελθὼν 〈γὰρ〉 εἰς τὸν νεὼν καὶ τῶν προφητῶν τινα τῆς ἐσθῆτος τῆς
ἱερᾶς ἑλκύσας τῷ στόματι καὶ προσαγαγὼν μέχρι τοῦ τόπου ἐν ᾧ τὰ ἀναθήματα ἐκέκρυπτο εἶτα τοῖς προσθίοις ὤρυττεν αὐτόν.
Δελφοὺς τὸν θεὸν ἔρεσθαι τίνι ἂν κηδεύσαντες Ἑλλήνων ἢ βαρβάρων εἶτα μέντοι καλῶς καὶ εὐβούλως γῆμαι δόξαιεν, τὸν δὲ θεὸν αὐτοῖς ἀποκρίνασθαι ἐπανιέναι μὲν εἰς Λακεδαιμονίαν, ὑποστρέφειν δὲ κατὰ τὴν ὁδὸν ταύτην, καθ’ ἣν ἀφίκοντο. ἐν δ’ ἂν αὐτοῖς χώρᾳ τὸ ἀγριώτατον ἀπαντήσῃ ζῷον φέρον τὸ πραότατον, ἐνταῦθά τοι ἁρμόσασθαι γάμους· οὕτως γὰρ αὐτοῖς
ἔσεσθαι λῷον. καὶ οἱ μὲν ἐπείθοντο· οἱ δὲ γίνονται κατὰ τὴν Κλεωναίων χώραν, καὶ ἐντυγχάνει αὐτοῖς λύκος φέρων ἄρνα ἔκ τινος ποιμένος αὐτὸν ἁρπάσας. συνέβαλον οὖν ἐκεῖνοι λέγειν ταῦτα τὰ ζῷα τὸν χρησμόν, καὶ ἡρμόσαντο τὰς Θεσάνδρου τοῦ Κλεωνύμου θυγατέρας δοκίμου ἀνδρός. εἰ δὲ οἱ θεοὶ ἴσασι τὸ ἡμερώτατον ζῷον καὶ τὸ ἀγριώτατον, οὐδὲ ἡμῖν ἐκμελὲς
τὰς φύσεις αὐτῶν εἰδέναι.
ἐγένετο, τὸ μὲν κατηνέχθη καὶ τοὺς παῖδας αὐτῷ διδασκάλῳ κατέλαβε, θείᾳ δὲ προμηθείᾳ ὁ Γέλων περιῄει μόνος, καὶ τό γε παράδοξον, οὐκ ἀπέκτεινεν ἄνθρωπον, ἀλλ’ ἔσωσε λύκος, οὐκ ἀτιμασάντων τῶν θεῶν ὅσον οὐδὲν διὰ τῶν ἀλόγων τῷ μὲν τὴν βασιλείαν προδηλῶσαι, τὸν δὲ τοῦ μέλλοντος . κινδύνου σῶσαι· ἴδιον δὲ τῶν ζῴων καὶ τὸ θεοφιλές.
αὐτὸ τῇ οὐρᾷ μαστίζων ὁ λύκος ἐλᾷ.
ὁδοῦσι συνειλημμένον. ἀλλ’ ἡνίκα δ’ ἂν εἰς θήραν χωροίη, μόλις αὐτὸ διοίξας, κεχηνὼς τοῦ λοιποῦ περιθέει τὴν ἄγραν.
δικαιοσύνης ἐχόμενος, τὸ γένος ἕλκων ἐξ Ἀρκαδίας, ὃς ἐπείπερ εἰς λύκον ἔτυχε μεταβεβληκώς, οὐ συμμετήλλαχε καὶ τὸ ἦθος, ἀλλ’ ἔμεινε δήπου 153 δίκαιος ὤν.
τυγχάνει νομῆς.
φρύνου τὴν ὠμοπλάτην ἐπὶ χεῖρας ἔχων.
καὶ κατὰ τήνδε τὴν ὥραν ἀθέατός ἐστι πέτραν τινὰ κοίλην ὑποδραμών, ἕως ἂν ἄρα αἴσθηται ψυχροτέρας ὑποπνεούσας αὔρας.
δύο.
σκέλη καὶ τὼ ὀφθαλμὼ κατέμυσε, πιέζει δὲ καὶ συνέχει τὸ ἆσθμα καὶ κεῖται οἷα νεκρά. ἕνα οὖν οἱ πίθηκοι ἀδεέστερον καταπέμπουσιν, ὁ δὲ κάτεισι καὶ μικρὸν ἰδὼν ἀνέστρεψε καὶ πάλιν κατῆλθε, καὶ πλησίον γενόμενος ἀνεχώρησε καὶ ὑπέστρεψεν αὖθις, καὶ τὴν πανουργίαν ἐξήτασε τῆς κειμένης. ἡ δὲ ἀτρεμεῖ μάλα ἐγκρατῶς. ἀθρόοι οὖν γενόμενοι οἱ πίθηκοι
περιχορεύουσι καὶ κυβιστῶσι κέρτομόν τι καὶ ὀρχηστικόν. ἡ δὲ ὑπομένει, καὶ καμόντας αὐτοὺς ὑπὸ τῆς χρείας ἀδοκήτως ἀναπηδήσασα τοὺς μὲν τοῖς ὄνυξι διέξηνε, τοὺς δὲ τοῖς ὁδοῦσι διέσπασε, καὶ πανθοινίαν ἀφθονωτάτην ἔχει.
σιδήρῳ εἴκουσα.
δὲ ἐκπηδᾷ καὶ ἔχει τὸ θήραμα.
ἐν ταὐτῷ καὶ ἡδονήν τινα ἐπινοήσας τῷ θηρίῳ ἐν τῷ διασπᾶν τὸν ἔριφον, ἀλλὰ μὴ δοκεῖν ἐσθίειν κενέβριόν τι καὶ θνησείδιον. καὶ δὴ κομισθέντος ἐρίφου, ἡ δ’ ἐγκρατῶς ἔσχε, δεομένη ἀπόσιτος εἶναι διὰ πλησμονήν. ἔδρασε δὲ καὶ τῇ δευτέρᾳ τοῦτο· ἐδεῖτο γὰρ ἔτι ὡς φαρμάκου τοῦ λιμοῦ. 161 τῆς δὲ τρίτης ἐπιστάσης ἡμέρας ἐπείνη μὲν καὶ συνήθως ἐπεδείκνυτο τοῦτο
τῷ φθέγματι, οὐ μὴν τοῦ ἐρίφου γενομένου δύο ἡμερῶν ἑαυτῇ φιλτάτου ἔτι προσήψατο, ἀλλὰ ἐκεῖνον μὲν εἴασεν, ἄλλους δὲ ἔλαβεν. ἄνθρωποι δὲ καὶ ἀδελφοὺς προὔδοσαν καὶ τοὺς γειναμένους καὶ φίλους ἀρχαίους, καὶ πολλοὶ πολλάκις.
οἰκοδομία λίθων περιπεποιημένη καὶ ἔοικε ζωαγρίᾳ τινί· καὶ ἔστιν ὁ λόχος ὅδε ὁ πρῶτος· ὅ γε μὴν δεύτερος, ἐνδοτέρω σαπροῦ κρέως καὶ ὀδωδότος μοῖραν μηρίνθου τινὸς μακροτέρας ἐξαρτῶσι· θύραν δὲ ἐκ ῥιπίδων καί τινων καλάμων ἀραιὰν ἐπέστησαν, καὶ μέντοι καὶ δι’ αὐτῶν ἐκπνεῖται ἡ τοῦ κρέως τοῦ προειρημένου ὀσμὴ διαρρέουσα. αἴσθονται δὲ οἱ θῆρες· καὶ γὰρ ἐπὶ
τοῖς κακόσμοις φιληδοῦσι· προσβάλλει γὰρ αὐταῖς ὁ τῶν προειρημένων ἀήρ, ἐάν τε ἐν ἀγρίοις τοῖς ὄρεσιν ἐάν τε ἐν φάραγγι, καὶ μέντοι καὶ ἐν αὐλῶνι. εἶτα ἀνεφλέχθη καὶ ἢ τῇ ὀσμῇ ἐντυχοῦσα, καὶ ὑπὸ τῆς ἄγαν ὁρμῆς ἐς τὴν θοίναν τὴν φίλην ᾄττει φερομένη· ἕλκεται δὲ ὑπ’ αὐτῆς ὡς ὑπό τινος 162 163 ἴυγγος. εἶτα ἐμπίπτει τῇ θύρᾳ καὶ ἀνατρέπει αὐτὴν καὶ ἔχεται τοῦ δυστυχοῦς δείπνου. τῇ γάρ τοι μηρίνθῳ τῇ προειρημένῃ συνυφάνθη ἡ πάγη καὶ μάλα σοφή, ἥπερ οὖν ἐσθιομένου τοῦ κρέως κινεῖται, καὶ περιλαμβάνει τὴν λίχνον πάρδαλιν. καὶ ἑάλω γαστρὸς ἀδηφάγου καὶ μυσαρᾶς
ἑστιάσεως δίκας ἐκτιννύουσα ἡ δυστυχής.
τραχεῖα.
καὶ ἐμπίπτει τῇ θήρᾳ.
τὸν οἶνον αἱ παρδάλεις. αἴτιος ⟨δ’⟩ αὐταῖς οὖτος γίνεται τοῦ ἁλῶναι· καὶ γὰρ οἱ θηρῶντες κατὰ γῆν ἐρήμην ὕδατος, οἴνου παραπλήσαντες ἀμφορέας ἀπέλιπον· αἱ δ’ ἐν τῷ τόπῳ γενόμεναι, τῆς δίψης αὐτὰς αἱρούσης, ἐκθύμως 165 166 ἀποχρῶνται τῷ οἴνῳ. εἶτα πρῶτον ἡδύ τι καὶ ἁπαλὸν σκιρτῶσι, ὡς δὲ ἥττους ἤδη τῆς μέθης γεγόνασιν, ἀνῆκαν ἑαυτὰς τῇ γῇ· βαθεῖ τῷ ὕπνῳ δὲ δεδαμασμένας οἱ θηραταὶ καταλαβόντες ὅπως ἂν καὶ γνώμης ἔχωσι ταύταις χρῶνται.
μὲν κατὰ κάμηλον πόδες μακροί, ἥσσονες δὲ οἱ ὀπίσθιοι καὶ ὑποκλάζειν ἄρα δοκοῦντες. ἀμέλει γοῦν καὶ ἡ ῥάχις αὐταῖς οὐκ ἴση, οὐδὲ ὁμαλὴ τὴν θέσιν, ἀλλὰ πρὸς τὰ κάτω μᾶλλον κατὰ μικρὸν ὑπορρέουσα. μικρὰ ἡ οὐρά, δορκάσι παραπλησία καί πως κατὰ τὸ ἄκρον μελαινομένη· | μικρὰ καὶ τὰ. f. 361v ὧτα. τὰ κέρατα τοῖς τῶν δορκάδων ἀφομοιοῦντα· τὸ στόμα δὲ καὶ τὴν
κεφαλὴν εἰκάσαις ἂν αὐτῶν ταῖς ἐλάφοις. συνόδοντες δὲ κατὰ βοῦν, καὶ αἱ κόραι τῶν ὀφθαλμῶν αὐταῖς μέλαιναι. οὐδὲ τοῖς ἄλλοις ζῴοις ὁμοίως εἶχον τὴν βάσιν. ἐκεῖνα μὲν γὰρ ἀμοιβαίως ἑκατέρωθεν πέμπει τὸν πόδα, δεξιῷ τῷ πρόσθεν ὕστερον ἐπάγοντα τὸν ὀπίσθιον· ταῦτα δὲ ὁμοῦ δύο μὲν τοὺς δεξιούς, δύο δὲ τοὺς ἀριστεροὺς ἐξ ἀμφοῖν ἐν ἴσῳ τῷ μέτρῳ πέμπει.
στίγμασι δὲ μέλασιν ἐπὶ λευκῇ πυκάζονται τῇ δορᾷ· ταύτῃ τοι καὶ δοκεῖ τὸ ζῷον ἐκ καμήλου τε καὶ παρδάλεως συνεστάναι.
λευκήν, αὕτη δέ, φεῦ, τῇ μητρὶ τὸ μόσος ἀνακαλύπτει, καὶ παῖδα γεννῷ μέλανα, σαφῶς ὅστις ἦν ὁ πάππος διασαφοῦντα.
τίγρητες ἐς ἔρωτα ἧλθον, κυνῶν δὲ ἀλώπεκες, ὅθεν δή φασι καὶ ἀλωπὸν φύεσθαι· οἶδα δὲ καὶ ἄρκτον κυνὶ συνελθοῦσαν, ἐξ ὧν ἕλκει τὸ γένος ἃς καλοῦσιν ἀρκτόκυνας, αἳ καὶ τὰ ἤθη κατὰ τὰς Ἄλπεις ἔχουσι. καὶ κυνὶ δὲ Ἰνδῷ τίγρις καὶ ἵπποι τόνδε τὸν τρόπον ὄνοις συνῆλθον. οὐκ ἀπορεῖ δὲ οὐδὲ θάλαττα ξένων ἐρώτων, ἀλλ’ ἤδη καὶ μυραίνης κοίτην ὁ γηγενὴς
ἔκλεψεν ὄφις.
παρδάλει τῆς κοίτης ἐκστῇ, τὰ ἤθη τότε λιποῦσα πόρρω μεταφοιτᾷ καὶ δασεῖαν ὕπεισι λόχμην· οὐδὲ γὰρ ἔχει θαρρούντως ὑποστῆναι τὸν τόκον, εἰς ἔλεγχον ὥσπερ σαφῆ τὸ στικτὸν ἄγουσα τοῦ σκυμνίου.
τὴν τεκοῦσαν.
ἀπὸ κεφαλῆς ἄκρας ἕως ποδῶν ἐσχάτων παρδάλει μάλιστα τῇ ποικιλίᾳ παρεμφερεστάτην, καὶ τοὺς ἔμπροσθεν πόδας τῶν ὀπισθίων ὑψηλοτέρουτ.
αἰγάγρου δὲ δίκην τῇ κεφαλῇ τὰ κέρατα ἀνεστᾶσι, μακρὰ τὰ ὧτα, αὐτόχρημα λαγωοῦ. τοὺς δὲ πόδας τὰ κάτω μὲν μέχρι καὶ τῶν γονάτων ὁμοίους ἔχει τῷ λέοντι καὶ ὄνυξιν ἴσοις καθωπλισμένους. αἱ κνῆμαι δέ, δορκάδων εἴποις ἂν αὐτάς. τῷ δὲ στήθει λέοντι ἂν ἢ παρδάλει αὐτὸν ὁμοιώσαις. τὴν οὐρὰν δὲ λύκῳ φέρει παραπλησίαν. κατάγραφος αὐτῷ πᾶσα ἡ δορὰ
καὶ εἰς ζῆλον ἔσχατον τῇ παρδάλει. θέειν δὲ ὀξύτατον ὄν, δειλὸν ὅμως ἄκρως ἐστί, καὶ οὐδὲ μακρόθεν ὑπομείνειεν ὄψιν ἀνθρώπου. δοκεῖ γοῦν τὸ πρὸς τὰς γονὰς ξρμφορητόν τε καὶ πάμμικτον θήλειαν αὐτῷ καὶ ἄνανδρον τὴν ψυχὴν διαθεῖναι.
ἡνίκα αὐτὸν ὁ λιμὸς αἱρεῖ, τοῦ φωλεοῦ πρόεισι, καὶ ξυνέρχεται τοῖς 172 θηρίοις· τὰ δὲ τῇ ὀσμῇ κηλούμενα ἡδέως τούτῳ συνομιλεῖ· πρὸς δὲ καὶ ἠρέμα θέλγων ἄγει πρὸς τὴν εὐνήν, καὶ αὐτὰ συλλαμβάνων ἐσθίει.
ὁ δὲ μείζων, ἀνδρειότερος δὲ ὁ μικρός.
ἀδικούμενον θεάσηται αὐτόν, ἐπαμύνει αὐτῷ.
μητρὸς δὲ τῷ ποικίλῳ κέχρηται τῆς δορᾶς. φαίνεται γοῦν λύκῳ μὲν ὅμοιος, πλὴν ἀλλ’ ἥττων ἢ κατ’ ἐκεῖνον κεφαλή τε δήπου καὶ ἡ οὐρά.
τὸ οἶμα τοῦ θηρὸς ἐκπιεῖν. θηρεύων γὰρ ἔλαφον, ἡνίκα ἂν θεάσηται λέοντα, θᾶττον ἀποχρῆται τῷ αἵματι, καὶ θόσας ὥσπερ καὶ σχεδιάσας αὐτῷ τὴν τράπεζαν παραχκωρεῖ τῶν σαρκῶν οὔ τι ἂκων· μισθὸς γὰρ ἱκανὸς 175 176 αὐτῷ σῶον ἀπὸ λέοντος ἐκχωρεῖν.
τὸ ἄρθρον.
αἴλουρος, τοῖς ὅλοις μὲν ἔοικε τῇ παρδάλει, ποσί τε καὶ ἅλμασι καὶ τάχει τῆς οὐρᾶς, οἷα στίγματα φερούσης μελαυγῆ. ἐζήλωκε δὲ οὐδὲν ἧττον καὶ τὸ ποικίλον αὐτο τῆς δορᾶς, πλὴν ὅσον ὁ μὲν κυαναῖς ῥάβδοις ἐστὶ κατάγραφος, ἡ δὲ πάρδαλις ὥσπερ ἀστέρων κύκλοις ἔστικται μέλασι τὴν χροιάν. λόγος οὖν ἔχει νόθον εἶναί τι γένος αὐτὰς τῶν παρδάλεων.
γοῦν τούτων θήλειαι ἀκατάσχετοί εἰσι καὶ ἐπίφοροι πρὸς τὴν μίξιν, πρότεραί τε τοὺς ἄρρενας εἰς τοῦτο διερεθίζουσι.
τῇ σελήνῃ καὶ ὅπως αὕτη διάκειται δηλοῦσιν οὖτοι τῷ βουλομένῳ· ἡβῶσα μὲν γὰρ ἢ φθίνουσα, ὁπότε καὶ ὀξὺ τὸ κέρας ἐκτείνει, τότε δὴ συνδιατείσιτεῖται] 178 179 νεται καὶ τῷ θηρὶ τὸ ὄμμα ὀξύ τε καὶ πλάγιον καὶ πρὸς ἑκάτερα τὰ. 180 μέρη ῥέπον, ἡνίκα δὲ πλήρης ἐστὶ καὶ εὅκυκλος ἤδη καὶ συγκεκροτημένη, τότε δὴ κἀκεῖνο κυκλοειδὲς ἐν ἴσῳ πέφυκε τῷ σχήματι βλέπειν.
ὕπνῳ κάτοχον. εἰ γάρ τι δὴ καὶ ὑπνώσειεν, ἀλλ’ αὐτῷ πάντες ἐφαλλόμενοι καταξανοῦσι τοὺς ὀφθαλμοὺς οἷα δὴ καὶ χλευάζοντες ὡς ἀνάξιον ὄν τῆς τεκούσης.
μέγεθος ὕαινα κυνός.
ἀριστερᾷ χειρὶ ἔχει δύναμιν ὑπνοποιόν, καὶ ἐνεργάζεται κάρον μόνον προσθιγοῦσα· πάρεισι γοῦν ἐς τὰ αὔλια πολλάκις, καὶ ὅταν ἐντύχῃ τινὶ καθεύδοντι προσελθοῦσα ἡσυχάζει, τήν τε ὑπνοποιόν, ὡς ἂν εἴποις, χεῖρα ὑπέθηκε τῇ ῥινί, ὁ δὲ ἕλκεται καὶ πιέζεται, ἡ δὲ μᾶλλον ἀναισθήτῳ ἔοικε. καὶ ἐκείνη μὲν ὑπορύττει τὴν γῆν ὑπὸ τῇ κεφαλῇ ἐς τοσοῦτον, ἐς ὅσον ἀνέκλασεν 181 182 ἐς τὸν βόθρον, καὶ τὴν φάρυγγα ὑπτίαν ἀπέφηνε καὶ γυμνήν· ἐνταῦθά τε ἡ ὅαινα ἐνέφυ καὶ ἀπέπνιξε, καὶ ἐς τὸν φωλεὸν ἀπάγει. καὶ τοῖς κυσὶ δὲ ἐπιτίθεται ἡ αὐτὴ τὸν τρόπον ἐκεῖνον. ὅταν ᾖ πλήρης ὁ τῆς σελήνης κύκλος, κατόπιν λαμβάνει τὴν αὐγὴν καὶ τὴν αὐτῆς σκιὰν ἐπιβάλλει τοῖς 183
κυσί, καὶ παραχρῆμα αὐτοὺς κατεσίγασε, καὶ καταγοητεύσασα ὡς αἱ φαρμακίδες εἶτα ἀπάγει σιωπῶντας καὶ κέχρηται ὅ τι καὶ βούλεται τὸ ἐντεῦθεν αὐτοῖς.
μέχρι καὶ ἐς οὐρὰν διήκει· τῷ τοι καὶ ἀνεπίστροφος ὁ αὐχὴν καὶ ὁ δρόμος ἰθυτενὴς τῷ θηρίῳ.
ταύτῃ τοι καὶ μονόλυκον αὐτὸν οἱ νομεῖς καλοῦσιν ἀπὸ τοῦ ἤθους.
καταψῶσα καὶ ἠρέμα τούτοις τιθασεύουσα τὸν θυμόν· διεγείρουσά τε πρὸς παιδιάν, τοῦτο μὲν ἑαυτὴν ἀνῆκεν ὑπτίαν, τοῦτο δὲ καὶ γαστρὶ αὐτῶν ἐφάλλεται καὶ τοῖς νώτοις, δήγμασί τε οὐδὲν λυποῦσιν ἐφάπτεται κακοήθως. ὁπότε δὲ ἀνεθέντας ἴδοι, τὴν σκηνὴν ἀποδυσαμένη κραταιῶς ἐνέφυ τῷ φάρυγγι καὶ ὅπερ ἤν ἐδηλώθη, οὐ φίλη αὐτοῖς οὖσα καὶ συνήθης, ἀλλ’
ἀγρία τὸ ἦθος καὶ δυσμενής.
πείσεσθαι πέφευγε, καὶ τὴν αὐτὸς αὑτοῦ σκιὰν ἀποκρύπτει.
εἰ μὲν γὰρ ἐπ’ ἀριστερὰ διώκοιτο, ῥᾷον ἂν ἁλώσιμος εἴη, ἐπὶ δεξιὰ δέ τις ἐλαύνων μάτην ἂν πονῶν ὀφθείη καὶ ἀκίχητα, τὸ τοῦ λόγου, διώκων.
δέδοικεν ὕαινα καθάπερ δὴ καὶ ἄλλα τῶν ζῴων τῶν φυτῶν ἕτερα.
τὰς δὲ ἄλλας εἰκοσιτρεῖς μόνον στρέφεσθαι. ἐξελθοῦσα δὲ ἐκ τοῦ φωλεοῦ μασᾶται ξύλα καὶ ἄλλα κάρφη ὥσπερ ὀδοντοφυοῦσα.
δὲ ἡ ἄρκτος ἔτη τριάκοντα ἢ μικρῷ πλέον ἢ ἔλαττον.
ὑφορωμένη τοὺς κρυμοὺς τὴν ἐπιδημίαν τοῦ ἧρος μένει, οὐδ’ ἂν πρὶν ἢ 189 190 πληρωθῆναι τρεῖς μῆνας ἐξάγοι ποτὲ τὰ βρέφη. ὅταν δὲ αἴσθηται ἑαυτῆς πεπλησμένης, ὑφορωμένη τοῦτο ὡς νόσον, ζητεῖ φωλεόν. ἐντεῦθέν τοι καὶ κέκληται τῇ ἂρκτῳ φωλεία τὸ πάθος. εἶτα εἰσέρχεται οὐ βαδίζουσα, ἀλλ’ ὑπτία, ἀφανίζουσα τοῖς θηραταῖς τὰ ἴχνη· ἑαυτὴν γὰρ ἐπισύρει κατὰ νώτου.
καὶ παρεισελθοῦσα ἡσυχάζει, καὶ τρόπον τινὰ τὴν ἕξιν ῥινᾷ, καὶ δρᾷ τεσσαράκοντα ἡμέρας αὐτό. καὶ λέγει μὲν Ἀριστοτέλης ὅτι ἄρα δὶς ἑπτὰ ἡμερῶν ἀκίνητος μένει καὶ ἀτρεμεῖ, τῶν δὲ ἄλλων στρέφεται μόνον. ἄσιτος δὲ ἄρα διαμένει τῶν τεσσαράκοντα πασῶν καὶ ἄτροφος, ἀπόχρη δὲ αὐτῇ τὴν δεξιὰν περιλείχεσθαι. ἐκ δὲ τῆς συντήξεως τῆς ἂγαν συνέπτυκται τὸ
ἔντερον αὐτῇ καὶ συνῆλθεν. ὅπερ εἰδυῖα, ὅταν προέλθῃ, τοῦ καλουμένου ἄρου τοῦ ἀγρίου ἐσθίει. τὸ δὲ ἄρον φυσῶδες ὂν διίστησιν αὐτῇ τὸ ἔντερον καὶ εὐρύνει αὐτὸ καὶ ἀποφαίνει τροφῆς δεκτικόν. ὅταν δὲ αὖ πάλιν ᾖ πεπληρωμένον, μυρμήκων ἐσθίει καὶ κενοῦται ῥᾷστα, κενώσεις μὲν δὴ φυσικαὶ τῶν ἄρκτων καὶ πληρώσεις εἰς δέον εἰς τοσοῦτον εἴρηνταί μοι, 191
μήτε ἰατρῶν μήτε γραμμάτων ὡς ἄνθρωποι δεόμεναι.
παλαίει δέ, καὶ τοῦ τένοντος λαβομένη κλίνει καὶ ἐσθίει· καὶ ὁ μὲν πιέζεται καὶ μέμυκε, καὶ τελευτῶν ἀπεῖπε καὶ κεῖται, καὶ ἐκείνη ἐμπίπλαται.
ἀτελὲς ἀφίησι πρὸ τῆς ὥρας. καὶ γὰρ ἄνευ λαγωοῦ καὶ λύκου θὴρ πᾶσα θήλεια παρ’ ὅλον δήπου τὸν τῆς κυήσεως χρόνον ἀπαγορεύει τὴν μίξιν. ἤδη δὲ περὶ τὸ ὠδίνειν οὖσα τῇ ἀστρῴᾳ ἄρκτῳ προσανατενίζει καὶ κουφοτέρας ὑφίσταται τὰς ὠδῖνας.
τῶν καρκίνων τε καταγνῦσα τὸ ὄστρακον διατρώγει τὴν σάρκα.
ἠμφίεσται καὶ τὸ σῶμα, βαρύ, συμπεπηγός, ἀδιάρθρωτον, πρέπον τῷ. 194 ὄντι φωλάδι κατεψυγμένῃ. αὕτη πολλάκις, βαθυτάταις κατατρωθεῖσα πληγαῖς, ἑαυτὴν ἰατρεύει πάσαις μηχκναῖς τῷ φλόμῳ τούτῳ ξηρὰν τὴν φύσιν ἔχοντι τὰς ὠτειλὰς παραβυουσα.
ἔχει δὲ δύο πόδας καὶ δύο χεῖρας, τὰ δὲ περὶ τὸν φάρυγγα καὶ τὸν στόμαχον καὶ τὰ ἄλλα σπλάγχνα ὅμοιος κυνί. καρδίαν δὲ μείζονα ἢ κατ’ αὐτόν, ἧπαρ εὔχρουν ἑπτάλοβον ἄχολον, νεφροὺς μεγάλους καὶ κύστιν μεγάλην καὶ περὶ ταύτην τὸ ἡμερολόγιον· ἔστι δὲ τοῦτο ὅμοιον στέατι· στρογγύλον αἰδοῖον καὶ ὄρχεις ἔξωθεν καθάπερ κάπρου.
ὑστέρας ἔχει κοτυληδόνας ἐχούσας, καὶ ὅταν κυήσῃ κατὰ τὸν ἀριθμὸν τοῖς τικτομένοις ἐμβρύοις καὶ πρὸς ἕκαστον ἔμβρυον μίαν προσκειμένην.
ὁσημέραι μέχρι διχομήνου· εἶτα μειουμένου τοῦ μηνὸς κατ’ ὀλίγον ὑπαφανίζεται ὁ λοβός.
μισοῦσι γὰρ τοὺς νεκρούς. καὶ μέντοι χελιδὼν ἐκβάλλει χελιδόνα νεκρὰν καὶ μέλιττα καὶ μύρμηξ, ἐπεὶ καὶ τοῦτο ἴδιον τῶν ἀλόγων, τὰ ὁμογενῆ τεθνεῶτα τῶν ὀφθαλμῶν ἀποφέρειν θᾶττον.
οὐρὰς ἀλλήλων ἐνδακόντες, ἕρμα αὑτοῖς τοῦτο ποιοῦντες καὶ σύνδεσμον. ἐς τὰς ἀρούρας δὲ ἀπονηξάμενοι καὶ τὰ λήια ἀποκείρουσι, καὶ διὰ τῶν δένδρων ἀνέρπουσι, καὶ τὰ ὡραῖα δεῖπνον ἴσχουσι, καὶ τοὺς κλάδους δὲ διακόπτουσιν, οὐδὲ ἐκείνους ἀδυνάτως ἔχοντες κατεσθίειν.
ὁρᾶσθαι μῦς, ὧν τὸ μὲν πηλός ἐστιν ἔτι, τὸ δὲ σὰρξ ἤδη.
καὶ θριγκοῖς ἀναστέλλοντες καὶ τάφροις ἀνείργοντες καὶ καίοντες ἐν ταύταις πῦρ. οἱ τοίνυν μύες οὔτε τὴν ἀρχὴν πρὸς πάγας προσφοιτῶσιν, ἐῶσι δὲ αὐτὰς ἑστάναι ἄλλως· τοῖς δὲ θριγκοῖς τοῖς λελειωμένοις ὑπὸ τῆς χρίσεως ἐπαναβαίνουσιν, ἁλτικώτατοί γε ὄντες, εἶτα μέντοι ὑπερπηδῶσι τὰς τάφρους. ὅταν μέντοι ἀπαγορεύσαντες οἱ Ἀἰγύπτιοι τὰς μηχανὰς καὶ τὰς ἐπιβουλὰς 200
ὡς ἀχρήστους ἀπολίπωσι καὶ ἐκτραπέντες ἐπί τε δέησιν ἔλθωσι καὶ ἕκετείας τὰς πρὸς τοὺς θεούς, ἐνταῦθα δήπου τὴν ἐκ τῶν θεῶν μῆνιν ὀρρωδοῦσιν οἱ μύες, καὶ εἴς τι ὄρος ἀναχωροῦσι τάξιν πλαισίου φυλάττοντες. οἱ μὲν οὔν νεώτεροι πρῶτα, οὐραγοῦσι δὲ οἱ μέγιστοι, καὶ τοὺς ὑπολειπομένους ἐπιστραφέντες εἶτα μέντοι ἕπεσθαί σφισιν ἐκβιάζονται. ἐὰν δὲ οἱ νεώτατοι
κάμνοντες ἀποστῶσι, καὶ τὸ ἑπόμενον ἵσταται πᾶν, ὡς ἐν δυνάμει στρατιωτικῇ πέφυκε γίνεσθαι. ὅταν δὲ ὑπάρξηται ἡ ἐκ τῶν πρώτων κίνησις, ἐνταῦθα οἱ λοιποὶ ἕπονται. λέγουσι δὲ καὶ οἱ τὸν Πὀντον οἰκοῦντες τὰ αὐτὰ καὶ ἐκεῖσε τοὺς μῦς δρᾶν. πεπίστευται δὲ καὶ ἐξ οἰκίας ἁπάσης, ἥτις μέλλει πεσεῖσθαι, ἦ ποδῶν ἔχουσι μετοικίζεσθαι πάντας. ἰδιότης δὲ ἄρα μυῶν
καὶ ἐκείνη. ἐπειδὰν ἀκούσωσι γαλῆς τρυζούσης ἢ συρίζοντος ἔχεως, ἐκ τῆς μυωπίας τῆς μιᾶς τὰ ἑαυτῶν βρέφη ἄλλχῃ καὶ ἄλλῃ μετοικίζουσι.
ἐν αὐτῇ ἧκαν καὶ γαλαῖ καὶ ὄφεις καὶ σκολόπενδραι καὶ σφονδύλαι καὶ τὰ λοιπὰ ὅσα ἤν τοιαῦτα, ἀθρόα ὑπεξῄει τῇ ὁδῷ τῇ εἰς Κορίαν ἐκφερούσῃοἱ δὲ Ἑικήσιοι ὁρῶντες ταῦτα πραττόμενα ἐθαύμαζον μέν, οὐκ εἶχον δὲ τὴν αἰτίαν συμβαλεῖν. ἐπεὶ δὲ ἀνεχώρησε τὰ προειρημένα ζῷα, νύκτωρ γίνεται σεισμὸς καὶ συνιζάνει ἡ πόλις, καὶ ἐπικλύσαντος πολλοῦ κύματος ἡ
Ἑλίκη ἠφανίσθη, καὶ κατὰ τύχην Λακεδαιμονίων ὑφορμοῦσαι τῇ πόλει δέκα νῆες συναπώλοντο τῇ προειρημένῃ ἐπικλύσει. χρῆται δὲ ἅμα καὶ εἰς τιμωρίαν τῶν ἀσεβῶν ἀνδρῶν ὑπηρέταις τοῖς ζῷοις ἡ Δίκη. καὶ τοῦδε. 203 μαρτύριον, Παντίλας ὁ Λακεδαιμόνιος ἀναστείλας διὰ τῆς φπάρτης ἐλθεῖν τοὺς ἐς Κύθηρα ἀπιόντας τῶν περὶ τὸν Aιόνυσον τεχνιτῶν, εἶτα καθήμενος
ἐν τῷ ἐφορείῳ ὑπὸ κυνῶν διεσπάσθη.
ἀκούω δίποδας εἶναι μῦς, καὶ μεγίστους μεγέθει φύεσθαι, τοῖς γε μὴν ἐμπροσθίοις ποσὶν ὡς χερσὶ χρῆσθαι· εἶναι γὰρ αὐτοὺς τῶν ὄπισθεν βραχυτέρους. εἶδον τούτους· Λιβυκοί εἰσ. βαδίζουσιν δὲ ὀρθοὶ ἐπὶ τοῖν δυοῖν ποδοῖν· ὅταν δὲ διώκωνται, πηδῶσι· Θεόφραστος λέγει ταῦτα.
αὐτῶν ὅσον κατά γε τοὺς Αἰγυπτίων ἰχνεύμονας ὁρᾶσθαι· ἄγριοι δὲ καὶ δεινοὶ καὶ καρτεροὶ τοὺς ὀδόντας καὶ διακόψαι καὶ διατραγεῖν οἷοί τέ εἰσι καὶ σίδηρον. τοοῦτοι δὲ ἄρα καὶ οἱ μῦς οἱ ἐν τῇ Τερηδόνι τῆς Βαβυλωνίας εἰσίν, ὧνπερ οὖν καὶ τὰς δορὰς ἴσασιν οἱ τούτων κάπηλοι καὶ εἰς 204 205 Πέρσας ἄγουσι φόρτον. εἰσὶ δὲ ἁπαλαί, καὶ συνερραμμέναι χιτῶνές τε ἅμα γίνονται καὶ ἀλεαίνουσιν αὐτούς. καλοῦνται δὲ ἄρα οὗτοι καναυτᾶνες, ὡς ἐκείνοις φίλον. θαυμάσαι δὲ τῶν μυῶν τῶνδε ἄξιον ἄρα καὶ τοῦτο. ἐὰν ἁλῷ μῦς κύουσα, εἶτα ἐξαιρεθῇ τὸ ἔμβρυον, αὐτῆς δὲ διατμηθείσης ἐκείνης
εἶτα μέντοι καὶ αὐτὸ ἀνατμηθῇ, καὶ ἐκεῖνο ἔχει βρέφος.
ἴσοι δὲ τὸ μέγεθός εἰσι μυσὶν ἀρουραίοις καὶ ἰδεῖν ὅμοιοι. ἔστι δὲ καὶ μυῶν τι πτηνὸν γένος οἷς οὔτε πτίλα πέφυκεν ὄντα οὔτε πτερά· μόνῃ δὲ τῇ οὐρᾷ καθάπερ δὴ καὶ πτεροῖς χρώμενοι τέμνουσι τὸν ἀέρα καὶ δένδροις. 206 ἐπικαθέζονται καὶ ταῦτα οἰκοῦσι.
περὶ αὐτὰς δήπου τὰς τοῦ Σειρίου ἐπιτολάς.
ἐσθιομένη μυρίζει. ὁ μέντοι θηρεύων ἐς δρόμον αὐτὸν διανίστησιν ὥστε δὴ κινουμένου τὸ οἶμα περὶ τὸν ὀμφαλὸν συρρεῦσαι. καὶ τότε γοῦν θηρεύσας καταθύει, καὶ αὐτοῦ τὸ αμα καὶ δέρμα θαυμαστὸν οἷον εἰς ὄσφρησίν ἐστι τοῖς χρωμένοις.
δύο μῦς τοιοίδε ξυμπαραστάντες ὁ μὲν ἐπαφᾶται τῶν δακτύλων, καὶ ἐκμυζᾷ τὸ αῖμα, καὶ αὐτὰς περικείρει τὰς σάρκας, ὁ δὲ ταῖς ῥισὶν ἐγγίζων αὔρας ἐνίησιν ἡδυτάτας, καὶ καταγοητεύει καὶ κατακηλεῖ τὸν ἄνδρα, καὶ τὴν τῶν πόνων αἴσθησιν ἀφαιρεῖται.
ἔν τινι ὑπερκειμένῳ αὐτοῖς νησίῳ τὸ χρυσίον συμφορεῖσθαι παρὰ πλειόνων· διὸ καὶ τοὺς ἐν τοῖς μετάλλοις ἀνασχίζουσιν, ὡς ἔοικεν.
ἄλλως πρόεισι, πέπλασται ζῆν ἔχει, καὶ ἐσπείσατο αὐτῇ ἡ φύσις, ἐὰν μὴ ἄλλῃ τιολ τύχη καταληφθῇ καὶ ἀπόληται· ἐὰν δὲ εἰς ἁρματοτροχιὰν ἐμπέσῃ, οἱονεὶ πέδῃ κατείληπται καὶ μάλα ἀφανεῖ, καὶ τέθνηκε. δηχθέντι δὲ ὑπὸ μυγαλῆς φάρμακον ἐκεῖνο. ἐκ τῆς τροχῶν διαδρομῆς ἡ ψάμμος ἀρθεῖσα ἐπεπάσθη τῷ δήγματι, καὶ ἔσωσε παραχρῆμα.
εἰ δὲ καὶ ἐλέφαντί που πράῳ καὶ ἡμέρῳ συντρέφοιντο, οἵδε οὐκ ὀρρωδοῦσιν, 212 ἀλλὰ καὶ δι’ αὐτῶν ἐκείνων ἔρχονται. ἤδη δὲ καὶ ἀλεκτρυόνες καὶ ἐπὶ τὰ νῶτα αὐτῶν ἀναπέτονται· τοσοῦτον αὐτοῖς τοῦ θάρσους περίεστι καὶ τοῦ ἀδεοῦς. πτοίαν δὲ αὐτοῖς ἐντίθησι καὶ δέος ἰσχυρὸν γαλῆ παραδραμοῦσα. καὶ μυκήσεων μὲν καὶ ὀγκήσεων οὐ ποιοῦνται ὥραν, κρίξασαν
δὲ ἄρα μόνον πεφρίκασι τὴν προειρημένην. χηνῶν τε καὶ κύκνων καὶ στρουθῶν τῶν μεγάλων ἤ τι ἢ οὐδὲν φροντίζουσιν, ἱέρακα δὲ βραχύτερον ὄντα ὀρρωδοῦσιν.
ἀφροδίτην παράνομον ἐνόσει, καὶ ταῦτα εἰς ἀκοὴν τὴν ἐμὴν ἀφίκετο· καὶ ὡς εἰς τοῦτο τὸ ζῷον τὸ κακὸν ἔτρεψεν αὐτὴν Εκάτης τῆς θεοῦ μῆνις οὐδὲ τοῦτό με λέληθεν. ἡ μὲν οὖν θεὸς ἵλεως ἔστω· μύθους δ’ ἐῶ καὶ μυθολογίαν ἄλλοις. ὅτι δέ ἐστι θηρίον ἐπιβουλότατον, καὶ νεκροῖς ἀνθρώποις 213 214 ἐπιτίθενται γαλαῖ, καὶ μὴ φυλαττόμεναι ἐπιπηδῶσι, καὶ συλῶσι τοὺς ὀφθαλμοὺς καὶ ἐκροφοῦσι, δῆλόν ἐστ. φασὶ δὲ καὶ ὄρχεις γαλῆς γυναικὶ κατ’ ἐπιβουλὴν ἢ καὶ ἑκούσγῃ περιαφθέντας ἐπωσχεῖν τὸ ἔτι μητέρας γίνελειν σθαι ακὶ ἀναστέλλειν αὐτῶν. σπλάγχνα δὲ γαλῆς σκευασίαν δή τινα
προσλαβόντα, ἤν ἴστωσαν οἱ σοφοὶ τὰ τοιαῦτα, καὶ εἰς οῑνον ἐμβληθέντα κατ’ ἐπιβουλήν, φλίον ὡς λόγος διίστησι, καὶ ἡνωμένην σέως εὔνοιαν διακόπτει. καὶ ὑπὲρ μὲν τούτων τοὺς γόητάς τε καὶ φαρμακέας Ἄρει φίλψ κολάζειν καὶ διακαίειν καταλίπωμεν. εἴη δ’ ἂν καὶ ἰχθῦς γαλῆ, μικρὸς δ’ οὗτος καὶ οὐδέν τοι κοινὸν πρὸς τοὺς γαλεοὺς καλουμένους ἔχων. οἱ μὲν
γάρ εἰσι σελάχιοι καὶ πελάγιοι καὶ μέγεθος προήκοντες εἶτα μέντοι καὶ κυνὶ ἐοίκασιν· ἡ γαλῆ δέ, φαίην ἂν αὐτὴν εἶναι τὸν καλούμενον ἥπατον. ἰχθὺς δέ ἐστιν αὕτη βραχθς, καὶ τῶ δφθαλμὰ ἐπιμέμυκε· κόρας δὲ ἔχει κυανοῦ χρόᾳ προσεικασμένας. καὲ τὸ μὲν γένειον ἔχει τοῦ ἡπάτου μεῖζον, ἡττᾶται δὲ αὅ πάλιν τοῦ χρέμητος κατά γε τοῦτο. πετραίαν δὲ οὖσαν τὴν γαλῆν
καὶ νεμομένηην φυκία ἀκούω πάντων σωμάτων οἷς νεκροῖς τύχη |τοὺς. 215 ὀφθαλμοὺς καὶ ταύτην ὡς τὴν χερσαίαν ἐσθίηιν. χρῶνται δὲ αὐτῇ ἐς τὰ ὅμοια ἁλιεῖς ὅσοι κατὰ τοὺς Ἠπειρώτας φαρμακεύουσι πονηροὶ καὶ οὔτοι σοφισταὶ τῶν κακῶν. ἐπεὶ δὲ ὠμοβόρον ἐστὶ τὸ τῶν ἰχθύων φῦλον, πᾶν τὸ ταῖς ὑδροθηρίαις γένος συμβιοῦν καὶ τὰς ἀποδύσεις τὰς κατωτάτω μετιὸν
μελαίνουσι τὰς ἑαυτῶν βάσεις καὶ τὰ κοῖλα τῶν χειρῶν, ἀφανίζειν πειρώμενοι τὴν ἐξ αὐτῶν αὐγήν. τὰ γάρ τοι τῶν ἀνθρωπίνων μελῶν ἄὡς ὅτι μάλιστα ἐκλάμποντα ἐν τῷ ὕδατι καὶ ἐφολκὰ τῶν ἰχθύων ταῦτά ἐστιν.
τούτου γὰρ ἡ ὀσμὴ μυσί τε καὶ ὄφεσι δεινῶς ἐναντία.
χῶρον.
αἰδοῖον ἔχει ὁ ἄρρην ὄστινον, ὃ δοκεῖ εἶναι φάρμακον στραγγουρίας, ἐάν τις αὐτὸ ἐν μέρει ποτοῦ ἐπιξύων διδῷ. λέγεται δέ, ὅταν συμβάλλῃ ὄφει, προεσθίειν τὸ ἄγριον πήγανον ὡς πολέμιον αὐτῷ ὑπάρχον.
καὶ αὐταῖς ἐπιτίθεται· ὁπότε δὲ ὀλισθῆσαι συμβαίη, τὸ στόμα μύσασα συνέχει τὸ ἄσθμα καὶ πνεύματος οὔσα πλήρης τῇ γῇ ἐλαφρὰ φέρεται καὶ ἀπαθὴς κακοῦ διαμένει.
τῶν λύκων ἐκφεύγοντες τὴν ἐπιβουλήν.
ὁ δὲ ἀποπνίγεται, καὶ τοῦ πνεύματος ἔνδον ἐκ τῆς συνειλήσεως κατεσχη· μένου καὶ ἐπφρέοντος αὐτῷ τοῦ προειρημένου ἢφηκεν αὐτόν.
φ(οι)ςᾶν ἐν πόλεσι καὶ ἐν αὐλίοις καὶ ἐν οἰκίαις οὐκ ἐπὶ λύμῃ καὶ ἁρπαγῇ, ἀλλ’ οἷτο τιθασοί. (398a) μισεῖ δὲ ῆ ἀλώπηξ κίρκον.
ἐκ τῶν κέντρων τρώσεις φυλαττόμεναι· καθιδᾶσι δὲ τὴν οὐρὰν δασυτάτην οὔσαν καὶ μηκίστην τὴν αὐτὴν καὶ διᾳσείουσαν τοὺς σφῆκας, οἱ δὲ προσέραἱ 222 223 χονται τῷ τῶν τριχῶν δάσει, ὅταν δὲ ἀναπλασθῶσιν αὐτῷ, προσαράττουσι τὴν οὐρὰν ἢ δένδρῳ ἢ αἱμασιᾷ ἢ τοίχῳ· παιόμενοι δὲ οἱ σφῆκες ἀποθνήσκουσιν. εἶτα ἧλθον ἐπὶ τὸν αὐτὸν τόπον, καὶ τοὺς λοιποὺς προσαναλέξασαι καὶ ἀποκτείνασαι κατὰ τοὺς πρώτους, ὅταν ἐννοήσωσι λοιπὸν εἰρήνην εἶναι
καὶ ἀπὸ τῶν κέντρων ἐλευθερίαν, καθῆκαν τὸ στόμα καὶ τὰ σφηκία ἐσθίουσι μήτε θορυβούμεναι μήτε μὴν τὰ κέντρα ὑφορώμεναι.
δὲ αὕτη ποιεῖται τοῦ μὴ σφαλεροῦ πόρου τὸν τρόπον τοῦτον. παραβάλλει τὸ οὖς ἐπὶ τῷ κρυστάλλῳ, κἂν μὲν αἴσθηται μὴ ὑπηχοῦν κάτωθεν τὸ ῥεῦμα μηδὲ ὑποψοφοῦν ἡσυχῇ εἰς βάθος, ἡ δὲ ἅς ἑστῶτι τῷ κρυστάλλῳ θαρσεῖ διαθεῖ τε πρώτη· εἰ δὲ μὴ οὐκ ἂν ἐπιβαίη.
οἶδε πολλῶν ἐπιτηδευμάτων. αὕτη γάρ, ἐπειδὰν τῷ λιμῷ πιέζηται, μηδὲν ἔχουσα τῶν παρὰ πόδας ἑλεῖν, τοιᾷδε μέτεισι τέχνῃ τὴν ἄγραν. ὑπτία μὲν εἰς πεδίον ἀνεῖται στόμα τε καὶ ὀφθαλμοὺς μύσασα καὶ τὸ πνεῦμα ἔνδον ἀπολαβοῦσα καὶ λως εἶναι νεκρὰ πείθουσα. τίς ἂν αὐτὴν εἴποι. 224 ζῆν; ἀγέλαι γοῦν ὀρνίθων ἴσα δὴ καὶ τεθνηκυῖαν αὐτὴν περιπέτονται, καὶ
τοῖς ὄνυξι διαξαίνουσι τὴν δοράν. αὕτη δὲ ἐπειδὰν αἴσθηται προσάγον αὐτῇ τὸ θήραμα καὶ ἕτοιμον εἶναι λαβεῖν, ἥρηκεν εὐθὺς ἐγχανοῦσα, καὶ ἅμα συνέσχε πλείους.
διέτεινε μακροτάτους, οἳ καὶ φεύγουσαν αὐτὴν ὑποδέχονται καὶ δι’ ὧν πολλάκις εἰσδύνουσα μυρίαν τοῖς κυσὶ παρέχει τὴν πλάνην. ἐγγὺς γὰρ αὐτὴ φαίνεσθαι προσδόκιμος οὖσα διὰ μακρᾶς ἄλλγῃ τῆς ὀπῆς ἀνεδόθη καὶ οὕτω ποικίλως ἔχουσα μάλα δυσχερῶς ἂν ἀλώπηξ ἀλῷη.
ἐς ταὐτὸ κυνὸς καὶ ἀλώπεκος ξυνελθόντων τὰς κύνας φύεσθαι τὰς Λακωνικάς, αἴπερ δὴ καὶ ἀλωποὶ λέγονται. ἀλλ’ εἰ μὲν τὸ θῆλυ ἡ ἀλώπηξ, τὸ φυὲν ἂν εἴη ἡ ἀλωπός, εἰ δὲ ἐπβεβηκλς μὲν ἦ ἀλώπηξ, τὸ σπέρμα δὲ τοῦτο δέδεγμένη ἦ κύων, τὸ γένος ἐντεῦθεν τὸ Λακωνικὸν ἔφυσαν αἱ
κύνες· αἰ δὴ καὶ ἵππων καὶ θηρῶν πόδας ἤλεγξαν. ἰδὼν αὐτὰς διωκούσας
φαίης ἂν οὐ θέειν μᾶλλον ἢ ἵπτασθαι.
χαμαιλέων.
ἔρημός ἐστι, καὶ ἄγονος ἐν εὐκάρπῳ ὅλῃ κείσεται τῇ ἀρούρᾳ. ταύτῃ τοι καὶ ἐφ’ ἡμῶν τῶν ἀνθρώπων ἐν ᾧ δἂν μέρει συμβαίη τὴν κεφαλὴν φλέγματος αὐτὴν ὑποδραμόντος ἀπορρυῆναι τὰς τρίχας, ἀλωπεκίαν τοῦτο καλοῦμεν. ἰᾶται δὲ ὅμως αὐτὸ τὸ ἐκείνης στέαρ καὶ τρίχας ἀνάγει νεοθαλεῖς. τὸ δέρμα δ’ ἂν φοινιχθείη νίτρου αὐτῷ πρότερον πυκνῶς ἐπιπαττομένου.
ζῷων.
καθεύδει. κατηγορεῖ δὲ αὐτοῦ τὰ ἔτη τρώγλας τινὰς ὑποφαίνων. φέρει δὲ καὶ ἐν τῇ νηδύι τὰ μὲν ἡμιτελῆ, τὰ δὲ δίνει, τὰ δὲ ἤδη αὐτῷ τίκτεται.
μᾶλλον δὲ γυμνασίας ἕνεκα. ἀγαπᾷ δὲ τὰ ἤθη τὰ οἰκεῖα, καὶ ἐκλιπεῖν ταῦτα οὐχ ὑπομένει. ὑποστρέφει γὰρ πρὸς αὐτά, ὅθεν καὶ ἁλίσκεται τὰ πολλά.
κατὰ (τὸ) πᾶν σῶμα, τὰ δὲ λοιπὰ τοῖς ἄλλοις ὅμοιος.
καὶ δὴ καὶ ταῦτα εἰρήσεται. τίκτειν γὰρ δὴ καὶ ἄρρενας λαγὼς ἔλεγε καὶ ἔχειν, παιδοποιεῖσθαί τε ἅμα καὶ ὠδίνειν, καὶ τῆς φύσεως μὴ ἀμοιρεῖν ἑκατέρας. καὶ ὡς ἐκτρέφει τεκλν ἔλεγε, καὶ ὡς ἀποτίκτει δύο που καὶ τρία, καὶ τοῦτο ἐμαρτύρει, καὶ δὴ καὶ τὸν κολοφῶνα ἐπῆγε τῷδε τῷ λόγῳ παντὶ ἐκεῖνον. θηραθῆναι γὰρ λαγλν ἂρρενα ἡμιθνῆτα, ἐξογκωθῆναι δὲ
αὐτοῦ τὴν γαστέρα ἄτε ἔγκαρπον. ἀνατμηθῆναί τε αὐτὸν ὡμολόγει καὶ μήτραν πεφωρᾶσθαι καὶ τρεῖς λαγώς. τούτους οὖν ἀκινήτους τέως εἶναι ἐξαιρεθέντας καὶ κεῖσθαι οἱονεὶ κρέα ἄλλως· ἐπεὶ δὲ ὑπὸ τοῦ ἡλίου ἀλεαινόμενοι καὶ δὴ κατὰ μικρὸν ὑποθαλπόμενοι ἐξέτριψαν, ἀναφέροντες ἑαυτοὺς ἀνεβιώσκοντο, καί πού τις αὐτῶν καὶ ἐκινήθη καὶ μετὰ ταῦτα ἀνέβλεψε,
τάχα δὲ καὶ γλῶτταν ἐπὶ τούτοις προὔβαλε καὶ στόμα ἀνέφῳξεν.
δύο | ἔξω ἐξίσχοντας τοῦ στόματος, οἷς καὶ ὀρύσσει τὴν γῆν· ἔχει δὲ. 233 κάτω δύο γομφίους μικρούς. τὰ ἐντὸς δὲ ἔχει παραπλήσια ὑί.
τυφλὸν καὶ ἀνήλιον. τοῦτο δὲ ὑπὸ γῆν ἕρπον τὰς τῶν φυτῶν διατρώγει ῥίζας καὶ ξηραίνει αὐτὰ καὶ οὐκ ἐνεργὰ τοῦ λοιποῦ τίθησι.
οὐδ’ ὅλως τὸν ὑπὸ γῆν ζόφον ἀπολιπεῖν ἀνεχόμενον. ὅθεν εἴ ποτε αὐτὸν θεάσαιτο Ἥλιος, ἀδυνάτως ἔχει τοῦ λοιποῦ τὴν γῆν ὑποδῦναι, πλανᾶται δὲ οὕτω τὸν συνήθη σκότον ἐπυζητῶν καὶ τὸ φίλον πᾶσι φῶς ἀποτετραμμένος. τετραμμένος.
καθάπερ καὶ ἡ ἄρκτος, ῥύγχος ὑός, ὀδόντας οὕς μὲν προβάτου, οὕς δὲ κυνός· μαστοὺς ἑπτά, εἰς τὰ δεξιὰ πέντε καὶ εἰς τὰ ἀριστερὰ δύο· κέρκον μικρὰν καὶ αἰδοῖον ὑποκείμενον· τῆς δὲ μήτρας τὸ αἰδοῖον ὑός.
δὲ ὄρχεις ὁ ἄρρην ἔχει ἔσω πρὸς τῇ ὀσφύι καθάπερ οἱ ἀλεκτρυόνες· ἡ δὲ θήλεια τὴν ὑστέραν δίκρουν.
καὶ οὕτω δόξαν ἀπενέγκασθαι οὐ τὴν τυχοῦσαν.
ἀκάνθαις, ἡσυχῇ κομίζει καὶ ἀποθησαυρίσας φυλάττει, καὶ ἔχει λαβεῖν ἐκτοῦ φωλεοῦ, ὅτε πορίσαι οὐχ οἷόν τε ἔξωθέν ἐστιν.
ἐμπείρων οὐκ ἀπολήγει. ὁ δέ γε ὄφις ἡττώμενος τῶν πληγῶν τῷ ὁλκῷ περιβέβληκε, καὶ συνέσφιγξεν αὐτὸν ἐρρωμένως, ἀλλ’ ὅδε μᾶλλον εἴσω τοῦ κακοῦ γενόμενος κατέξανται ταῖς ἀκάνθαις, ἐκεῖνόν τε οὐδὲν βλάψας ἑαυτῷ φθορᾶς γέγονεν αἴτιος.
ἐχῖνον. τούτου γὰρ τὴν χρλὴν σὺν κηρῷ λειανθεῖσαν τεθνηκὸς ἔμβρυον τῆς γαστρὸς ὑπεξάγειν.
Ὅτι φασὶ τὸν ἐχῖνον ἄσιτον διαμένειν ἕως ἐνιαυτοῦ. |
ἐπικείμενα. ἔχει δὲ καὶ μαστοὺς δύο, ἐν οἷς καὶ γάλα.
δὲ καὶ τετριχῶσθαι μικροῖς καὶ δυσθεωρήτοις τριχιδίοις.
τὸ αὐτὸ καὶ πτηνὸν ἡ νυκτερίς, καὶ μόνη τῶν ὀρνίθων ὀδοῦσι κέχρηται. καὶ ζωογονεῖ μὲν ὡς τὰ τετράποδα, ἐπιπολάζει δὲ τῷ ἀέρι οὐχὶ πτερῷ κουφιζομένη, ἀλλ’ ὑμένι τινὶ δερματίνῳ.
φυσικῇ αἰσθήσει τὴν μεταβολὴν ἐκδεχόμενοι ἐκ τῶν βοοστασίων πρὸς τὰς ἐξόδους ὁρῶσι πάντες ὑφ’ ἑνὶ συνθήματι μεταβαλόντες τὸ σχῆμα.
Βακτριαναὶ κάμηλοι δύο ὕβους ἐπὶ τοῦ νώτου ἔχουσιν.
χρῶνται γοῦν τινες αὐτῷ εἰς τὰ τόξα.
λύσσῃ, τουτέστι μανίᾳ, καὶ τούτοις ἀναιροῦνται.
κρέας ἥδεται λέων ἐσθίων μᾶλλον τῶν ἄλλων, καὶ κάμηκον εἰ θεάσηται, ἐπ’ αὐτὴν πηδᾷ ἐπιθυμίᾳ βρώσεως.
Τη> λέψου τοῦ συνελθόντος τῇ μητρὶ τὴν δυστυχῆ σύνοδον, τοῦ μὴ πειρ θέ>κντος μὲν τῆς ὁμιλίας, συγκατακλιθέντος δὲ τῇ γειναμένῃ καὶ πράξαντος ἂν τὰ αὐτά, εἰ μὴ πολλάκις θείᾳπομπῇ διεῖρξεν ὁ δράκων· εἴ γε ἡ φύσις τοῖς ἀλόγοις ζῷοις τὴν τοιαύτην μίξιν καὶ ἐκ τοῦ χρωτὸς προσαψαμένοις δίδωσι κατανοῆσαι, καὶ οὐ δεῖται γνωρισμάτων οδδὲ τοῦ ἐκθέντος εἰς τὸν
Κιθαιρῶνα, ἀὼς ὁ 0ἔδίπους ὁ τοῦ φοφοκλέους. οὐκ ἂν γοῦν ποτε τῇ τεκούσῃ ὁμιλήσαι κάμηλος. δέ τοι νομεὺς τῆς ἀγέλης κατακαλύψας τὸ θῆλυ ὡς οἶόν τε ἤν καὶ ἀποκρύψας πάντα πλὴν τῶν ἄρθρων, τὸν παῖδα ἐπάγει τῇ μητρί, καὶ ἐκεῖνος λάθριος ὑπὸ τῆς ὁρμῆς τῆς πρὸς μίξιν ἔδρασετὸ ἔργον καὶ συνῆκε. καὶ τὸν μὲν αἴτιον τῆς ὁμιλίας οἱ τῆς ἐκθέσμου
δάκνων καὶ πατῶν καὶ τοῖς γόνασι παίων ἀπέκτεινεν ἀλγεινότατα, ἑαυτὸνδὲ κατεκρήμνσεν. ἀμαθῶς δὲ καὶ κατὰ τοῦτο θἰδίπους, οὐκ ἀποκτείνας, ἀλλὰ πηρώσας τὴν ὄψιν καὲ τὴν τῶν κακῶν λύσιν μὴ γνοὺς ἐξὸν ἀπηλλάχθαι καὶ μὴ τῷ οἴκῳ καὶ τῷ γένει καταρώμενον εἶτα μέντοι κακῷ ἀνηκέστῳ ἰᾶσθαι κακὰ τὰ ἤδη παρελθόντα.
ὀκλάζειν καὶ αἆ ὑπανίστασθαι, πειρωμένη δή πως εἰ εὐάγωγον αὐτῇ εἴη τὸ ἄχθος, καὶ εἰ αἴσθοιτο μεῖζον ὃν ἢ κατὰ δύναμιν φεύγει καὶ ἀπαναίνεται 252 καὶ οὐκ ἂν ἱζῆσαι πεισθείη, οὐδὲ ἀροῖτο ἂν τὸν φόρτον κἂν εἰ πολλοῖς αὐτὴν ῥοπάλοις συγκόψαις. δοκὸν δὲ μηκίστην ἄγουσα, ἡνίκα δἂν καὶ βούλοιτο συνθλάσαι, πρόνοιαν ποιεῖται τῆς κεφαλῆς μὴ καὶ προσπῖπτον
αὐτῇ λυπήσγῃ τὸ ξύλον· τὴν γοῦν κάραν ἑτέρ ωθι νεύσασα δεξιῶς ἐκφεύγει τὴν βλάβην.
παύονται δὲ τῆς λύττης ἀγρυπνίᾳ τὴν ῥώμην ἐπιτριβεῖσαι· ἐκχέει γάρ πως τὴν λύτταν ἀπὸ τῶν ὀφθαλμῶν εἰ μὴ αὐτοὺς ἔχει καταμύειν τῷ ὕπνῳ.
κρύψει τῆς καρδίας τὴν λύπην. οἰδε γὰρ ὡς ἔχει φύσεως τὸ πικρὸν αὐτῆς τῷ φθόγγῳ συναπορρέειν. ὁ γοῦν ἐθέλων ἐκλύειν αὐτῇ τὸ ἔγκοτον, ἐς τοσοῦτον τυπτέτω, ἔστ’ ἂν ἀφήσῃ μυκηθμόν.
οὕτω συμβάν, σοφὸς ὧν ἄρα καὶ εἰδώς ὅπως ἔχει τὸ ζῷον ὀργῆς, ἀστείως ἄγαν τὸν κίνδυνον ὑποφεύγει. ὡς γὰρ ἤδη νὺξ ἧν, καὶ ὁ κάμηλος εἰς τὴν εὐνὴν ὑπέβλεπεν ὑπνοῦντα τὸν ἄνδρα προσδεχόμενος, κατακλιθῆναι μὲν αὐτὸς προσποιεῖται, ἀσκὸν δὲ ὑπόπλεω πνεύματος συγκρύψας εἰς τὴν εὐνὴν ἠρέμα τε ὑπανίσταται, καὶ ἡσύχως ἑαυτὸν ὑπεξάγει, εἶτα μετέωρός που
γενόμενος ἀπεσκόπει τὸ μέλλον. ἡη δὲ πρόσεισι μὲν τῇ κοίτῃ τῷ ὑβρικότι ἐπιβουλεύουσα, ὡς δ’ αὐτὸν μὲν οὐχ εὕροι, τὸν δὲ ἀσκὸν ὥσπερ εἰς χλεύην 253 254 αὑτῆς ἐγκείμενον, τῷ θυμῷ πιμπραμένη τὸν μὲν ἐς ὕψος ἀκοντίζει, τῇ φάτνῃ δὲ τὴν κεφαλὴν προσαράξασα, μόλις γοῦν τῷ θανάτῳ παύσασθαι τῆς ὀργῆρ.
κάμ⟨ηλοι.> αἱ μὲν γὰρ σφόδρα λευκὰ φέρουσι τὰ ἔρια αὐτόθι, αἱ δὲ σφόδ μέλανα καὶ μαλακά, αἱ δὲ κυάνεα, αἱ δὲ ὥσπερ ὄνου τὴν χρ⟨όαν,) αἱ δὲ πέλια, αἱ δὲ πυρρά, αἱ δὲ κροκοειδῆ, αἱ δὲ ἀτρέμας ὑπόχλωρα· ὡς δὲ τὸ σύμπαν εἰπεῖν, ἔρια παντοδαπὰ φύουσιν Ἰνδικαὶ κάμηλοι πλὴν τῶν εἰρημένων χρωμάτων. ἐκ τούτων οὖν τῶν ἐρίων καὶ χρωμάτων ποιοῦσι τὰς ταπίδας,
καὶ οὐ βάπτουσι τὰ ἔρια, ἀλλὰ πολλῷ ταῦτα βελτίω εἰσὶ τῶν βαπτομένων καὶ οὐκ ἐξίτηλά ἐστιν ὥσπερ τὰ ἐκ τῶν προβάτων ἔρια βαπτόμενα. γίνεται δὲ καλὸν τὸ χρῶμα καὶ τὸ κτῆμα τῶν ταπίδων. οἴμαι δὲ ὅτι οὐδαμοῦ γῆς γίνονται παρομοίας φύσεως, οὐδὲ ζῷα ποικιλώτερα καὶ ὀρθότερα ἔχουσι ταπίδες ἢ ἐν Ἰνόοις τὰ ἐκ τῶν καμήλων ποιοῦσιν ἔρια. ἄγουσι δὲ καὶ
εἰτ llέρσας τούτων τῶν ταπίδων οἱ ἔμποροι καὶ οἱ Bάκτριοι καὶ οἱ ἄλλοι οἱ ἐμπορευόμενοι εἰς τὴν Ἰνδικὴν γῆν ἐπὶ τῶν καμήλων, καὶ πωλοῦσι τὰς τοιαύτας διαγεγραμμένας ταπίδας μάλα τιμίας, καὶ περὶ πολλοῦ αὐτὰς ποιοῦνται οἱ llἔρσαι, καὶ ὀ Ἰνδῶν βασιmεὸς δῶρα πέμπει τῷ llερσῶν βασιλεῖ τούτων τῶν ταπίδων. εἰσὶ δὲ καὶ ἀπὸ τῶν προβάτων ταπίδες ἐν τοῖς νόοις
γινόμεναι, οἰσί περ ἐν Aἰγόπτῳ καὶ φάρδεσι ποιοῦνται, καὶ βάπτουσι κἀκεῖνα καὶ ποικίλλουσιν, ἀλλ’ οὐδὲν ὅμοιά εἰσι ταῖς ἐκ τῶν καμήλων ταπίσι γινομέναις.
ἐξ ἤς ἀποζῇ.
τὰ κέρ(ατα) δι’ ὅλου στερεά, τῶν ἄλλων τὰ προσφυῆ τῷ κρανίῳ κοῖλα ἐχ(όντωνύ
πικρὸν ὑπάρχει.
θηλείας· οὐ γὰρ ὑπομένει αὐτοῦ τὴν συντονίαν τοῦ αἰδοίου· ὥστε μὴ ἑστώσης ἐνίεσθαι τὸ σπέρμα, ἀλλ’ ὑποτρεχούσης.
μὴ συλληφθῇ, καὶ ὅτι τὸ ἀριστερὸν κέρας ἀποβαλοῦσα κατορύσσει φθόνῳ, ἵνα μὴ εὑρεθῇ, ἀντιφάρμακον τινῶν ὑπάρχον. πᾶσαι δὲ ἀποβάλλουσαι τὰ κέρατα κρύπτονται καθάπερ τὰ ὅπλα ἀποβεβληκυῖαι.
ἔχουσα ἐπὶ τῶν κεράτων.
πισευσομένων.
παρὰ τὰς ὁδούς, τοὺς μὲν ἀνθρώπους ἐκφυγεῖν θαρροῦσα τῇ ταχύτητι, τῶν δὲ θηρίων τὰς ἐπιβουλὰς φεύγουσα. ἀμέλει γοῦν καὶ καταπιανθεῖσα οὐκ ἂν ἔτι τέκοι παρὰ τὰς ὁδούς· οἶδε γὰρ ὅτι δραμεῖν ἐστι νωθροτέρα. τίκτει οδν ἐν τοῖς ἄγκεσι καὶ τοῖς δρυμοῖς καὶ ἐν τοῖς αὐλῶσιν.
γὰρ καὶ Πίνδαρος καὶ Σοψοκλῆς ἐν τοῖς αὐτῶν ποιήμασι καὶ θήλειαν λέγουσι φύειν κέρατα.
μούσης σύντονον ἐᾷ, πᾶν δὲ ὅτι γλύκιστον αὐλῳδίας τοῦτο ᾄδει ἡσυχίᾳ τε καὶ ρεμίᾳ, καὶ τὸ μέλος εἰς τὰ ὦτα εἰσρεῖ καὶ διά γε τὸ ἄηθες δείματος ὑποπίμπλανται τὰ ζῷα, εἶτα κηλούμενα λήθην ἄρχεται πάσχειν ἐγγόνων καὶ χωρῶν. οὕτως οὖν καταγοητευθέντα ἐμπίπτει ταῖς πάγαις.
τὸ τοῦ ἐλάφου κέρας θυμιώμενον τοὺς ὄφεις διώκειν.
προει καὶ προκύπτοντα αὐτὸν ἐσθίειν ἄρχεται· καὶ μάλιστά γὰ. 266 χεμῶνος δρᾷ τοῦτο. ἤδη μέντοι καὶ κέρας ἐλάφου τις ξέσας, εἶ τὸ ξέσμα εἰς πῦρ ἐνέβαλε, καὶ ὁ καπνὸς ἀνιῶν διώκει τοὺς ὄφεις πανταχόθεν, τὴν ὀσμὴν μὴ ὑπομένοντας.
τε καὶ Aιβάνῳ καὶ Καρίμήλῳ·> ὅταν ? βουληθῶσι περαιώσασθαι θάλασσαν. ἐπὶ τὰς ἠ ἀφικνοῦνται καὶ ἂναμένουσι τοῦ πνεύματος τὴν ψύσιν, καὶ ἡνίκα ἂν αἴσθωνται πρᾶον αὐτὸ καὶ ἥσυχον καταπνέον, τηνικαῦτα ἐπιθαρροῦσι τῷ πελάγει. νέουσι δὲ κατὰ στοῖχον καὶ ἀλλήλων ἔχονται, τὰ γένεια αἱ ἑπόμεναι τῶν προηγουμένων τῇ ὀσφύι ἐπερείδουσαι· ἡ τελευταία δὲ
γενομένη τῇ πρόσθεν ἐπὶ πάσαις ἑαυτὴν ἐπαναπαύσασα, εἶτα οὐραγεῖ. στέλλονται δὲ ἐπὶ τὴν Κύπρον πόθῳ τῆς πόας τῆς ἐκεῖ· λέγεται γὰρ εἶναι βαθεῖα καὶ νομὰς ἀγαθὰς ἔχειν. καὶ λέγουσί γε Κόπριοι εὔγαιον οἰκεῖν χῶρον, καὶ ταῖς Αἰγυπτίων ἀρούραις τοκμῶσιν ἀντικρῖναι τὰς σφετέρας. ἔλαφοι δὲ καὶ ἕτεραι τήνδε τὴν νῆξιν ἀποδείκνυνται. αἱ γοῦν
Ἠπειρώτιδες ἐς τὴν Κέρκυραν διανήχονται, ἀντίπορθμοι δὲ ἀλλήλαιτ αἵθε εἰσίν.
τῶν ὧτων αὐτοῖς τὸ ἕτερον διέσχισται, περαιτέρω δὲ οὐ χωροῦσι τοῦ λόφου, οὐδὲ νομῆς ἐρῶσι ξένης οὐδὲ λειμῶνας ποθοῦσιν ἑτέρους πόας χρείᾳ περιττοτέρας· ἀπόχρη δὲ ἄρα τὰ παρόντα δι’ ἔτους ὅλου. τί πρὸς ταῦτα, ὧ ἄνθρωποι, ὑμεῖς, οὅς οὐκ ἂν ἐμπλήσαι ἕως θανάτου
ὑπανίσχειν παχυτάτας. τὴν γοῦν τροφὴν καὶ ταύτης γε τὸ γονιμώτατον ὤκιστα ἀναδίδοσθαι. καὶ ἡ μὲν πιμελὴ αὐτοῖς ἔξωθέν φησι περιχεῖται, ἡ δὲ ἰσχὺς τῆς τροφῆς ἐς τὴν κεφαλὴν διὰ τῶν φλεβῶν ἀναθόρνυται. ἔνθεν οὖν τὰ κέρατα ἐκφύεσθαι διὰ πολλῆς ἐπαρδόμενα τῆς ἰκμάδος. συνεχὴς οὖν οὖσα ἐπιρρέουσά τε ἐξωθεῖ τὰ πρότερα. καὶ τὸ μὲν ὑπερίσχον ὑγρὸν
ἔξω τοῦ σώματος σκληρὸν γίνεται, πηγνύντος αὐτὸ καὶ κερατοῦντος τοῦ ἀέρος, τὸ δὲ ἔνδον ἔτι μεμυκὸς ἁπαλόν ἐστι. καὶ τὸ μὲν σκληρύνεται ὑπὸ τῆς ἔξωθεν ψύξεως, τὸ δὲ ἁπαλὸν μένει ὑπὸ τῆς ἔνδον ἀλέας. οὐκοῦν ἡ ἐπίφυσις τοῦ νέου κέρατος τὸ πρεσβύτερον ὡς ἀλλότριον ἐξωθεῖ, θλίβοντος τοῦ ἔνδον καὶ ἀνωθεῖν τοῦτο ἐθέλοντος καὶ ὀδυνῶντος καὶ σφύζοντος, ὥσπερ
οὖν ἐπειγομένου τεχθῆναι καὶ προελθεῖν. ἡ γάρ τοι ἰκμὰς πηγνυμένη καὶ ὑπανατέλλουσα ἀτρεμεῖν ἀδύνατός ἐστι· δύναται γὰρ καὶ αὐτὴ σκληρὰ καὶ ἐπωθεῖται τοῖς προτέροις. καὶ τὰ μὲν πλείω ἐκθλίῷβονται ὑπὸ τῆς ἰσχύος 270 271 τῆς ἔνδον, ἤδη δέ τινα καὶ κλάδοις περισχεθέντα καὶ ἐμποδίζοντα εἰς τὸν ὠκὺν δρόμον ὑπὸ ῥώμης τὸ θηρίον ὠθούμενον ἀπήραξε. καὶ τὰ μὲν ἐξώλισθε, τὰ δὲ ἕτοιμα ἐκκύπτειν ἡ φύσις προάγει.
τῇ ἐλάφῳ τὸ ἦθος. ἡνίκα γὰρ ἀποθέσθαι τὰ κέρατα βουληθείη, εἰς ἐρήμους ἔρχεται τόπ ους καὶ τὸ δεξιὸν ἀποκρύπτει κέρας, τῆς ἐκεῖθεν ὥσπερ. 272 ὠψείας βασκαίνουσα τοῖς ἀνθρώποις. ἔστι γὰρ αὐτοῖς συμφορώτατον ὅτ ι τε τοῖς ἰοβόλοις ἀντιπαθεῖ καὶ ὅτι συναίρεται ταῖς κυούσαις πρα ὐν τε αὐταῖς τὰς ὧδῖνας καὶ τὸ ἔμβρυον ῥᾷον ὑπεξάγειν παρα σκευάζον. ώς δὲ
καὶ ἕλμινθας ψωχόμενον ἀναιρεῖ σὺν ὕδατι θερ μῷ προσληφθὲν ὡς καὶ αὐτὰς οὔσας ὀφιώδεις τὸ γένος. καθαίρει δὲ καὶ ὀδόντων ῥύπον, καὶ ἵπποις ἔστιν ὅπου λυσιτελεῖ. ἄκεροι δὲ αὐτῶν αἱ θήλειαι, ὥστε ἀνάληθες εἶναι τὸ τοῦ Πινδάρου χρυσόκερων’ εἰπόντος τὸν Ἡρακλέα θήλειαν’ ἐνεγκεῖν ἔλαφον, εἰ μὴ τέρας ἄντικρυς ἧν τὸ τοιοῦτον.
ἱππέλαφος, οἳ παρὰ τὰς ἐσχάτας εἰσι τῆς Λιβύης, ὁ πόλος μὲν τὴν τρίχά, κεράτων δὲ ἄγονος, οὐ γνήσιόν τι γένος ἐλάφων ἐστίν, ἀλλ’ ἄτοπον καὶ συγκεκραμένον, ὡς ἂν ἀφ’ ἵππου τε καὶ ἐλάφου, καθάπερ ἔχει καὶ τοὔνομα, συνελθών.
δφθαλμοὸς τῆς ἐχίδνης ἐδηδοκότα.
ὅσοι κομῶσιν ἄρτι τοῖς φύλλοις περισκεπὴς γενόμενος καὶ νομιζόμενος εἶναι δένδρον τόξον ἐπὶ χεῖρας ἔχει ἐντεταμένον, ἡ δὲ ὡς ὄντι τῷ δοκοῦντι προσσχοῦσα τῶν φύλλων μεταλαβεῖν ἔρχεται, καὶ οὕτω πικρῶς ἀγρεύεται πληγεῖσα τῷ βέλει.
δηλοῦσι.
λύγα τὴν ἀπὸ κόρου γεν πμένην ἰᾶται βοσκομένη προβάτοις τε καὶ αἰξίν· ἰᾶται δὲ καὶ τοὺς ἀνθρώπους.
καὶ οἱ μὲν χειρουργοῦσιν αὐτάς, οἱ δὲ ἐπὶ ἁμαξίδων σύρεσθαι τεχνάζονται ὥστε μὴ ἕλκεσθαι αὐτὰς εἰς γῆν παρατριβομένας· εἶναι δὲ ἄλλας ὄϊς πλατείας ἐχούσας οὐρὰς καὶ ἐς πῆχυν.
πλευρᾶς καὶ καθεύδει, ὅταν αὐτὸν αἱρῇ καὶ περιλαμβάνῃ ὕπνοι, ἀπὸ δὲ τῆς ἐαρινῆς ἰσημερίας τὸ ἔμπαλιν ἀναπαύεται καὶ κατὰ τῆς δεξιᾶς κεῖται.
ὥσπερ τὰ πρόβατα· δασύταται γάρ εἰσι, καὶ οἱ τεχνῖται τῆς τῶν νεῶν ἐργασίας τὰς σειρὰς ἐξ αὐτῶν συμπλέκουσιν ὡς τοὺς κάλους ἄλλοι.
μαθεῖν ἀξιον. τὰς αἶγας δὲ καὶ τὰς ὅϊς ὄνων τῶν μεγίστων μείζονας ἀκούω καὶ ἀποκύειν τέτταρα ἑκάστην· μεί ω γε μὴν τῶν τριῶν οὔτε αἴξ Ἰνδικὴ οὔτ’ ἂν ὅϊς ποτὲ τέκοι. καὶ τοῖς μὲν προβάτοις αἱ οὐραὶ πρὸς τὸν πόδα τέτανται, αἱ δὲ αἶγες μηκίστας ἔχουσιν ὥστε ἐπιψαύειν γῆς ὀλίγου. τῶν μὲν οὖν ὀΐων τῶν τίκτειν ἀγαθῶν ἀποκόπτουσι τὰς οὐρὰς οἱ νομεῖς,
ἵνα βαίνωνται, ἐκ δὲ τῆς πιμελῆς τῆς τούτων καὶ ἔλαιον ἀποθλίβουσι· τῶν δὲ ἀρρένων διατέμνουσι τὰς οὐράς, καὶ ἐξαιροῦσι τὸ στέαρ καὶ ἐπιρράπτουσι καὶ ἑνοῦται πάλιν ἡ τομὴ καὶ ἀφανίζεται τὰ ἴχνη αὐτῆς.
αἶγας ἐξ μηνῶν μὴ πίνειν, ὁρᾶν δὲ εἰς τὴν θάλατταν μόνον καὶ κεχηνέναι καὶ τὰς αὔρας τὰς ἐκεῖθεν δέχεσθαι ὁ αὐτὸς λέγει. αἰγας δὲ Ἰλλυρίδας ὁπλὴν ἀκούω ἔχειν, ἀλλ’ οὐ χηλήν.
ἐρωμένῃ τῇ προειρημένῃ προσέφερε, καὶ κισσοῦ ποτε καὶ σχίνου τοὺς ὡραιοτάτους ἀκρεμόνας καὶ σμίλακος πολλάκις τραγεῖν παρέσχε, τὸ στόμα ἀποφαίνων αὐτῷ, εἰ δεηθείη φιλῆσαι, εὐῶδες αὐτῆς. ἀλλὰ καὶ στ ιβάδ α 284 ἐγκαθεύδειν ὡς νύμφῃ παρεσκεύαζεν ἁβροτάτην τε καὶ μαλθακίν· oὔκ ουν ⟩μ ελῶς ταῦτα ἐθεᾶτο τῆς ἀγέλης ἡγεμὼν ὁ τ ράγος, ἀλλ᾿ αὐτ ὀν εἴσεισι
ζηλοτυπία. καὶ κατέκρυπτε μὲν τέως τὸν θ υμόν, καθήμενον δὲ αὐτόν ποτε ἐλλοχᾷ καὶ καθεύδοντα· ἦν δὲ ἄρα ἐμβ αλὼν τὸ πρόσωπον εἰς τὸν κόλπον. ὡς οὖν εἶχε δυνάμεως τῇ κ εφαλῇ προσέρρηξε καὶ διέθρυψέν οἱ τὸ βρέγμα. διαρρεῖ τοίνυν εἰς τοὺς ἐπιχωρίους τὰ πραχθέντα, καὶ τῷ μὲν οὐκ ἀφανῆ τάφον ἀνέστησαν, ἐξ αὐτοῦ δὲ τὸν ποταμὸν Κρᾶθιν ὠνόμασαν. γίνεται δὲ
ἐκ τῆς ὁμιλίας τῆς πρὸς τὴν αἶγα παιδίον, καὶ ἦν αἴξ οἱ τὰ σκέλη, τὸ πρόσωπον ἄνθρωπος. τοῦτον καὶ ἐκθεωθῆναι λόγος ἔχει καὶ θεὸν ὑλαῖόν τε καὶ ναπαῖον νομισθῆναι τὸν αὐτόν. μετειληχέναι δὴ καὶ ζηλοτυπίας τὰ ζῷα ὁ τράγος διδάσκει.
τῶν σηκῶν, δρόμῳ καὶ μάλα γε ὤκιστα ὁρμῶσιν ἐπὶ τὸν χιλόν· εἶτα ἐμπλησθεῖσαι αὐτὰς ἐπιστρέφουσιν ἐς τὰ οἰκεῖα, καὶ ὁρῶσαι ἐκεῖσε οὕτω νέμονται τὸν ποιμένα ἀναμένουσαι ἴνα τὴν ταχίστην συνελάσῃ αὐτάς.
πειρώμεθα ἀποδιδράσκειν ὅσα ἂν ἀνθρώπῳ κακόν ἐστιν, εἴπερ οὖν ἀπογεύσαιτο αὐτῶν. ἤδη μέντοι τις καὶ ἄνθρωπος ἀγνοῶν καὶ λαθὼν κατέπιεν, αἱ δὲ αἶγες, οὐκ ἂν αὐτὰς λάθοι τὸ ἤδη προειρημένον. ἀποκτείνειν δὲ καὶ 285 286 τὰς θαλαττίους σκολοπένδρας τὸ αὐτὸ δήπου πτύελον δεινότατόν ἐστι. μέλλουσα δὲ ἡ αἴξ ἀποσφάττεσθαι σαφῶς οἶδε. καὶ τὸ μαρτύρον, οὐκ ἂν ἔτι τροφῆς προσάψαιτο. οὐκ ἀξιοῖ δὲ (προ⟩βάτων οὐραγεῖν, ἀλλὰ ἡγεῖσθαι οὖν αὐτὴν δεῖν καὶ ἐκ τῆς βαδίσεως ὁμολογεῖ. ποθεῖ γοῦν ἐκεῖνα καὶ μέντοι
καὶ αὐτὰς τὰς αἶγας ὁ τράγος, τῷ γενείῳ θαρρῶν καὶ κατά τινα φύσιν θαυμαστὴν τοῦ θήλεος προκρίνων τὸ ἄρρεν.
μέτωπα μὴν ἀγκύλοι καὶ περιφερ εῖς καὶ τὰ ὄμ ματα χαροποί, σκέλη δὲ αὐτοῖς ἐστι κολοβὰ καὶ κέρατα μετὰ τὴν πρώτην συμφυὴν ἀλλήλων ἀπηρτημένα καὶ πλ άγια· οὐ γά ρ τί που κατὰ τὰς ὀρειβάτας αἶγας τὰς ἄλλας ὀρθά ἐστι· κατίασι δ᾿ ἐγκάρσια καὶ εἰς τοὺς ὤμους προήκοντα. οὕτως ἄρα μήκιστά έστθβ· ἐκ δὲ τῶν λόφων τῶν ὑπεράκρων (ἐπίπλας οἱ νομευτι κοὶ
φιλοῦσιν ὀνομάζειν ποιητῶν παῖδες) ῥᾳδίως εἰς ἕτερον πά⟨γον πη)δῶσιν· ἁλτικώτατοι γὰρ αἰγῶν ἁπάντων οἵδε εἰσίν. εἴ γε μὴν καὶ πέσῃ τις πορρωτέρω τοῦ ὑποδεξομένου ὄντος αὐτὸν ἢ ὡς ἐκείνου ἐφικέσθαι, τῷ δὲ ἄρα μελῶν περίεστι τοσοῦτον, κράτος, ὡς ἀσινῆ μένειν κατενεχθέντα αὐτόν. θραύει γοῦν οὐδὲ ἕν, εἰ καὶ πέσῃ κατὰ ῥωγάδος, οὐ κέρας οὐ βρέγμα·
ἔστι δὲ καρτερὰ καὶ προσόμοια τῇ ταῖς πέτραις ἀντιτυπίᾳ. οἱ πλεῖστοι μὲν τούτων ἐν ταῖς ἀκρωρείαις αὐταῖς ἄρκυσι καὶ ἀκοντίοις καὶ ποδάγραις αἱροῦνται, σοφίᾳ δὲ ἄρα τῇ τε ἄλλῃ κυνηγέταις ἀνδράσι καὶ γοῦν καὶ αἰγοθήραις ἁλίσκονται. θηρῶνται δὲ καὶ ἐν πεδίοις καὶ φυγεῖν ἐνταῦθα 288 289 ἀσθενεῖς εἰσιν. αἱρήσει γοῦν αὐτοὺς καὶ ὅστις ἐστὶ βραδὺς τοὺς πόδας. ἔχουσι δὲ ἀγαθὰς δορὰς καὶ κέρατα. καὶ ἡ μὲν δορὰ ἐν χειμῶσι τοῖς σφοδροτάτοις τὸν κρυμὸν ἀποσοβεῖ καὶ ἀπὸ νομευτικῶν καὶ ὑλουργῶν ἀνθρώπων· κέρατα δὲ χρηστὰ εἰς τὸ ποιῆσαι ἐκπώματα καὶ ἀπὸ ποταμοῦ
ἀρύσασθαι καὶ πιεῖν ἢ πηγῆς τινος ἀνατελλούσης ἐν ὥρᾳ θέρους. παρέχει δὲ ἀμυστὶ ποιεῖν τοῖς ἀνθρώποις οὐδὲν μεῖον μεγίστων ἐκπωμάτων ἕως καὶ αὔξειν τὸ ἆσθμα καὶ ἀποσβέσαι τὸ ὑπεκκαῖον πᾶν καὶ ἀναφλέγον. οὐκοῦν καὶ εἰ τὰ ἔνδον καθαρθείη ὑπό τινος κερατογλύφου, καὶ τρεῖς μετρητὰς ἂν δέξηται αὐτῶν τὸ ἕτερον.
ἔοικε χρῆναι διὰ μὲν τοῦ κρυμοῦ τὰς τρίχας εἰς τὸν χρῶτα ἐπιστρέφειν διὰ δὲ τοῦ θέρους ἔξω, εἰ μέλλοι ὁ ἠσθημένος διὰ μὲν τοῦ κρυμοῦ θάλπεσθαι, διὰ δ ὲ τοῦ θ έρους μὴ ἀποπνίγεσθαι.
μέντοι γε καὶ ἕπονται ταῖς αἰξί. καὶ φιλαλληλα δὲ ἰσχυρῶς, καὶ ὑπό γε τῶν λύκων ἐπιβ ουλεύεται ἦττον· οὐ γὰρ πλανᾶται ἰδίᾳ ἕκαστον, οὐδὲ μὴν ἀπὸ τοῦ συννόμου σχίζεται, ὥσπερ οὖν αἱ αἶγες. λέγουσι δὲ Ἄραβες ὅτι ἄρα τὰ παρ’ αὐτοῖς ποίμνια ποιμαίνεται ὑπὸ μουσικῆς μᾶλλον ἢ ὑπὸ τοῦ χιλοῦ. τῶν δὲ ἁλμυρῶν ἐσθίει ἥδιον· ποιεῖται γὰρ τὴν τοιαύτην τροφὴν
ποτοῦ ὄψον. τά γε μὴν πρόβατα καὶ ἐκεῖνο οἶδεν ὅτι αὐτοῖς ὁ βορρᾶς καὶ ὁ νότος συμβάλλονται πρὸς τὸ τίκτειν οὐ μεῖον τῶν κτριῶν ἀναβαινόντων αὐτά. οἶδε δὲ καὶ τοῦτο, ὅτι ἄρα ὁ μὲν βορρᾶς ἀρρενοποιός ἐστιν, ὁ δὲ 291 292 νότος θηλυγόνος εἶναι πέφυκε· καὶ ἐὰν δέηται τοῦδε τοῦ ἐκγόνου ἢ τοῦδε ὀχευομένη ἡ ὄϊς, πρὸς τὸν ἀπέβλεψεν ἢ πρὸς τόν. Ἀχιλλεὺς μὲν οὖν ἵνα ὁ φίλος αὐτῷ κείμενος ἐπὶ τῆς πυρᾶς καυθῇ, καὶ εὐχῆς ἐδεῖτο καὶ ἡ Ἶρις παρεκάλει τοὺς ἀνέμους αὐτῷ, ὧ καλὲ Ὅμηρε, καὶ ὑπισχνεῖται ἥκουσιν
ἱερουργίαν οἱονεὶ μισθόν, καὶ ὁ τοῦ Νεοκλέους δὲ Ἀθηναίους ἐδίδασκε θύειν τοῖς πνεύμασιν· αἱ δὲ ὄϊς ἀπραγμόνως καὶ ἄνευ τινὸς τερατείας τοὺς ἀνέμους εἰς ὠδῖνα τὴν σφετέραν ὑπηρέτας ἑτοίμους καὶ ἀκλήτους ἔχουσι. σκοποὶ δὲ ἄρα τούτων εἰσὶ καὶ οἱ ποιμένες ἀγαθοί. ὅταν γοῦν ὁ νότος πνέῃ, τότε τοὺς κριοὺς ἐπὶ τὰς ὄϊς ἄγουσιν, ἴνα ἡ ἐπιγονὴ θηλυγόνος ἢ
αὐτοῖς μᾶλλον.
ἕτεροι δὲ πεπέριδι καὶ μέλιτι τὰ αὐτὰ χρίουσι, νίτρῳ δὲ ἄλλ οι καὶ 293 κνίδης καρπῷ· σμυρνίῳ δὲ ἤδη τινὲς ἔχρισαν καὶ νίτρῳ. ἐκ δὴ τοῦδε τοῦ ὀδαξησμοῦ ἀκράτορες ἑαυτῶν γίνονται αἱ θήλ ειαι ποῖμναι καὶ ἐπιμαίνονται τοῖς ἄρρεσιν.
ἡ Πραισίων χώρα, ὅπερ οὖν ἐμπ ῖπτον ταῖς πόαις καὶ ταῖς τῶν ἑλείων καλάμων κόμαις, νομὰς τοῖς βουσὶ καὶ τοῖς προβάτοις παρέχει θαυμαστάς, καὶ τὰ μὲν ζ ῷα ἑστιᾶται τήνδε τὴν ἡδίστην τροφήν· μάλιστα γὰρ ἐνταῦθα οἱ νο μεῖς ἄγουστν αὐτά, ἔνθα καὶ μᾶλλον ἡ δρόσος ἡ γλυκεῖα κάθηται πεσοῦσα, ἀντεφεστιᾷ δὲ καὶ τὰ ζῷα τοὺς νομέας· ἀμέλγουσι γὰρ περιγλύκιστον
γάλα, καὶ οὐ δέονται ἀναμίξαι αὐτῷ μέλι, ὅπερ δρῶσιν Ἕλληνες.
ἐργάζεσθαι κάλλιστον· καλεῖσθαι δὲ αὐτὸν Καόθιον ὁ αὐτὸς λέγει, καὶ μέντοι καὶ τὸ τάλαντον αὐτοῦ πιπράσκεσθαι δραχμῶν ἐνενήκοντα. γίνεσθαι δὲ καὶ ἄρνας τὴν ὥραν διαπρεπεῖς καὶ πιπράσκεσθαι οὐ κατὰ τοὺς ἑτέρους, ἀλλὰ καὶ σοβαρωτέρᾳ τῇ τιμῇ.
καὶ οἱονεὶ κατᾳδόμενοι εἰς πατέρα ὁρᾶν καὶ μητέρα ἀσπάζεσθαι καὶ οἰκείοις προσμειδιᾶν. οἱ δὲ ἄρνες περὶ τὰς μητέρας πηδῶσιν ἀπὸ γενεᾶς, καὶ ἴσασι τό τε ὀθνεῖον καὶ τὸ οἰκεῖον, καὶ παρὰ τῶν νομέων μαθεῖν δέονται οὐδέν.
ἐπὶ τὸ πολύ· τριῶν δὲ οὔτε τις ὄῖς οὔτε αἴξ ἐλάσσω τίκτει· αἱ δὲ πλεῖσται τέσ σαρα. ἔχουσι δὲ οὐρὰς πλατείας αἵ τε ὄϊς καὶ αἱ αἶγες καὶ μακρὰς κ αὶ ὀλίγου αὐτῆς τῆς τῆς ψαυούσας· αἱ δὲ καὶ ἕλκουσιν ἐπὶ τῆς γῆς τὰ ς κέρκους. ἔχουσι δὲ ὅσον πήχεως τὸ πλάτος. τῶν μὲν οὖν τοκάδων ὀΐ ων ἀπογτέμνουσι τὰς κέρκους· οὐ γὰρ οἷαί τε βαίνεσθαί εἰσιν, ἐὰν μὴ ἀποτμηθῶσιν
αἱ οὐραί. καὶ ἐσθίειν ἡδύ ἐστι πάνυ τοῦτο .ὀ ς δὲ ἔχει ἑκάστη καὶ δέκα μνᾶς ἕλκουσα, πέντε δὲ ἑκάστη ἡ μικροτάτη οὐρά. ἔλαιον δὲ ποιοῦσιν ἀπὸ τοῦ στέατος τούτου, καὶ ἐπὶ τῷ ὄψῳ τούτῳ μάλιστα χρῶνται τῷ ἐλαίῳ. τῶν δὲ ἀρσένων ἰΐων ἀνασχίσαντες τὴν κέρκον ἐξαιροῦσιν ὁλκὴν τρεῖς μνᾶς, ἐνίων δὲ καὶ τέσσαρας, εἶτα συνάψαντες ὑγιεῖς ποιοῦσιν.
εἰ γὰρ καὶ μὴ ἦν τοῦτο ποιεῖν, οὐκ ἂν ἐδύναντο αἱ ὄϊς τὰς κέρκους φέρειν. τοῦτο δὲ ποιοῦσι δι’ ἐνιαυτοῦ ἀεί. φύει γοῦν αὖθις τὸ στέαρ καὶ γίνεται ἡ κέρκος ᾖπερ καὶ τὸ πρότερον ἦν. ἐν δὲ τοῖς Πυγμαίοις, ὥσπερ καὶ 297 298 αὐτοὶ μικροί εἰσιν, οὕτως καὶ τὰ πρόβατα μικρά ἐστιν αὐτῶν καὶ τὰλλα πάντα.
τράποδα· καθ’ ἡμέραν δὲ πρὸς τὸ πέλαγος ἀντία τὰ πρόσωπα ποιήσασαι, χάσκουσιν εἰσδεχόμεναι τὰ πνεύματα.
καὶ περὶ τὸ Λύκειον καὶ Μεγάλην πόλιν τὴν ἐν Πελοποννήσῳ.
ἅπαξ φέρειν, ἀλλὰ καὶ πλεονάκες.
πέντε ἤ ἔξ ἡμέρας τουτὶ ποιησάντων αὐτῶν πήγνυται τὸ ὕδωρ, καὶ γί νεται κάλλιστον ἄλας, ὃ ἕνεκα τῶν βοσκημάτων μάλιστα διατηροῦσιν· οὐ γὰρ εἰ σάγονται πρὸς αὐτοὺς ἅλες διὰ τὸ κατοικεῖν πόρρω αὐτοὺς θαλάσσης καὶ εἶναι αὐτοὺς ἀμίκτους. πρὸς οὖν τὰ βοσκήματα πλείστην αὐτοῦ χρείαν ἔχουσιν· ἁλίζουσι γὰρ αὐτὰ δὶς τοῦ ἐνιαυτοῦ. ἐὰν δὲ μὴ ποιήσωσι τοῦτο,
συμβαίνει αὐτοῖς ἀπόλλυσθαι τὰ πλεῖστα τῶν βοσκημάτων.
ὗς. ταύτας οὖν συλλαβόντες εἰς τὴν ναῦν ἐνέβαλον, καὶ ἀπολύσαντες τὰ πείσματα εἴχοντο τοῦ πλοός. οἱ τοίνυν συβῶται παρόντων μὲν τῶν λῃστῶν ἡσύχαζον, ἐπεὶ δὲ ἔτυχον τῆς γῆς ἀποσαλεύσαντες ὅσσον τε γέγωνε βοήσας, ἐνταῦθα τὰς σῦς τῇ συνήθει βοῇ ὀπίσω καὶ παρὰ σφᾶς ἀπεκάλουν οἱ συβῶται. αἱ δ’ ὡς ἤκουσαν, ἐπὶ θάτερα τοῦ πλοίου ἑαυτὰς συνώσασαι
ἀνέτρεψαν αὐτό. καὶ οἱ μὲν κακοῦργοι παραχρῆμα διεφθάρησαν, αἱ δὲ ὗς παρὰ τοὺς ἑαυτῶν δεσπότας ἀπενήξαντο.
σαμένους ἀποκτείνει.
ἡ συνέχεια πλη ρώσῃ τὰ τοῦ γόνου δεκτικά.
ὅσα ἐλλοχᾷ τὰ ζῷα· ἕστηκε δὲ ἀνὴρ αὐλῶν τεχνίτης καὶ ὡς ὅτι μάλιστα τοῦ μέλους πειρᾶται ὑποχαλᾶν καὶ ὅτι ποτέ ἐστι τῆς μούσης σύντονον ἐᾷ, πᾶν δὲ ὅτι γλύκιστον αὐλῳδίας τοῦτο ἄδει· ἡσυχία τε καὶ ἠρεμία ῥᾳδίως διαπορθμεύει, καὶ εἰς τὰς ἄκρας καὶ εἰς τοὺς αὐλῶνας καὶ εἰς τὰ δάση καὶ εἰς ἁπάσας συνελόντι εἰπεῖν τὰς τῶν θηρίων κοίτας καὶ εὐνὰς
τὸ μέλος εἰσρεῖ. καὶ τὰ μὲν πρῶτα παριόντος αὐτοῖς εἰς τὰ ὧτα τοῦ ἤχου ἐκπέπληγε, καὶ διὰ τὸ ἄηθες ὅπου καὶ δείματος ὑποπίμπλαται· εἶτα ἀκρατῶς καὶ ἀμάχως αὐτὰ ἡδονὴ τῆς μούσης περιλαμβάνει, καὶ κηλούμενα λήθην ἔχει καὶ ἐγγόνων καὶ οἰκιῶν καὶ χωρῶν. καίτοι φιλεῖ τὰ θηρία μὴ ἀπὸ τῶν συντρόφων χωρίων πλανᾶσθαι. τὰ δ’ οὖν Τυρρηνὰ κατ’ ὀλίγον
ὥσπερ ὑπό τινος ἴυγγος ἀναπειθούσης ἕλκονται καὶ καταγοητεύσαντος τοῦ μέλους ἀφικνεῖται καὶ ἐμπίπτει ταῖς πάγαις τῇ μούσῃ κεχερωμένα.
ὀδόντι τοῦ αὐχένος τρίχα λαβών, προσφ λεγομένην ἄν εὐθέως ἴδοις αὐτὴν ὥσπερ ὑπὸ πυρὸς τηκομένην κα ὰ καὶ οἷς ἐνῆκεν ὀδοντοκύνας εἰ θεάσῃ τὰς παρὰ τὴν πλη γὴν τρίχας τετηκυίας ἂν αὐτὰς ὄψῃ καὶ μεμαρασμένας.
δὲ κάπρος ἀντίζηλος γεγονὼς καὶ διαναστὰς ἐς πόλεμον πρῶτον μὲν ἰδιάζει καθ’ ὕλην αὔξων τε τὸ σθένος καὶ τὴν δορὰν εὐτονωτέραν ποιῶν καὶ ὀδόντα θήγων καὶ ἀσκούμενος τὰ πολέμια· εἶτα δὲ παρελθὼν τὸν ἀντίπαλον ἐξ ὕλης ἑτέρας προκαλεῖται, καὶ συστάντες ἐς μάχην οὐ πρότερον ἂν παύσαιντο τοῦ πολέμου, μέχρι φόνου ἀλλήλοις αἴτιοι γένωνται.
δὲ καὶ ἄλλως ὁ σῦς, ὁπότε δένδροις προστρίῦβων ἐκθλίψῃ τοὺς ὄρχεις. λέγεται γὰρ μόνος τῶν ζῴων οὖτος ἑαυτοῦ κρείττων γίνεσθαι ἀποβεβληκὼς τὰ αἰδοῖα.
ποιοῦσι τὸ στόμα. τροφῆς οὖν οὐ μετέχων, ἐντεῦθεν ἀπόλλυται καὶ τούτους ἔχει τῆς φθορᾶς αἰτίους οἵπερ ὅπλον ἧκαν αὐτῷ πρὸς πᾶν τὸ πολέμιον.
ὁμ οίαν τὰ δ’ αὐτὰ καὶ ὄνος καὶ ἡμίονος σπλάγχνα κέκτηνται.
ἀκαθάρτους καὶ ῥυπαράς.
δὲ τῇ φύσει φιλόστοργον εἶναι τὸ ζῷον τοῦτο τῶν ἄλλων πρὸς τὰ ἔκγονα· διὸ καὶ ἐκτρέφουσιν αἱ ἵπποι τὰ ἀλλήλων πωλάρια.
τὴν ἐπιλεγομένην καπρίαν ἐκ τῆς φύσεως, ὅ ἐστι σαρκίδιον λευκόν, λεπτόν. τοῦτο δὲ λέγουσί τινες εἶναι τὸ ἱππομανές, ἀλλ’ οὐ τὸ ἐπὶ τοῦ πώλου ἐπιμέμφεται φυόμενον ὅ αὐτὴ κατέδεται. προϊέναι δὲ καὶ περὶ τὸν χρόνον τοῦ καπριᾶν τὴν φ ωνὴν ὀξεῖαν, καὶ τὴν κέρκον πυκνὰ κινοῦσι καὶ ῥεῖ αὐταῖς ἐκ τῶν αἰδοίων ὅμοιον γονῇ.
ἐάν τις αὐταῖς κυούσαις προσάγῃ πρὸς τοὺς δι ὸ καὶ 313 κωλύονται οἱ τρέφοντες εἰσφ ος καὶ ὀ ὄνος τὸ ἐξουρεῖν τὴν γονήν. οὐκ ἀναβ αίνει δ᾿ ὁ ἴππος ἐπὶ τῆν μητέρα, καὶ εἴ ποτε παραλογισαμένου τοῦ ἱπποφορβ οῦ ἀναβαίη ἐπὶ τὴν μητέρα, τοὺ δὲ ἐπιβάντος καὶ ὀχεύσαντος 314 315 μετὰ ταῦτα α κρημνίσαι ἑαυτόν.
ποδάγρα περὶ τὰ ἄρθρα ὀδύνη. γίνεται δὲ καὶ περὶ μόνον τὸν ἵππον δυσουρίασις.
τάφρους τε καὶ σταυροὺς καὶ βόθρους καὶ σκόλοπας.
Ἀδρασίους λέγουσι τοῖς ἵπποις ἰχθύας ἀντὶ χόρτου παραβάλλειν, Μακεδόνας δὲ καὶ Λυδοὺς οὐχὶ τοῖς ἵπποις μόνον ἀλλὰ καὶ τοῖς προβάτοις, Κελτοὺς δέ φασι καὶ ἐν βουσὶ τοῦτο ποιεῖν. ἐν δὲ Μυσοῖς ἀναβαινομένων τῶν θηλειῶν ἵππων ἐπηύλουν τινὲς ὡς ἂν τάχιστά τε ἐγκυμονήσωσιν ὑπὸ τοῦ μέλους θελγόμεναι καὶ καλοὺς ἀποτέκωσι τοὺς πώλους.
καὶ παραγγελμάτων ἀκροαταὶ εἶναι παιδεύονται, καὶ σάλπιγγι διεγείρονται, καὶ εἰσὶν ἀγέρωχοι, μέγιστοι δὲ τὸ σῶμά εἰσι καὶ ὑγρότατοι, ὑψαύχενες, εὔσαρκοι καὶ τοῖς ποσὶ τὴν γῆν κροτοῦντες.
τοῖς κυσί, καὶ τὰς ἐκτροπὰς τῶν θηρίων ἐποπτεύοντες καὶ σοφῶς καὶ ἀφόβως διώκοντες αὐτά· ἀνέκπληκτοι δέ εἰσι πρὸς δόρατα καὶ τὰς σάλπιγγας, ὠκύτατοι δὲ καὶ εὐάγωγοι, δίψης ἀνεχόμενοι, ἥκιστα βουλιμιῶντες.
τοὺς κενεῶνας ἐγκεχυμένοι, τὴν ῥάχιν κοίλην ἔχον τες σις τὴν δίαιταν εὐτελεῖς, ἐμβριθέστατοι διαβάσεις ποιούμενοι.
δώδεκα ἐχόντων.
σιαγόνα, ἐγχέμαλοι ἀγαθοὶ καὶ ζυγὸν ὑποδῦναι ἄριστοι.
ἀπ’ ἀγρίων ἵππων γεγονέναι. λεῖοι δὲ, ὀξεῖς πρὸς δρόμον, βαδίσαι δὲ ἀφυεῖς.
ῶροι, φίλυδροι, θυμοειδεῖς, φιλότιμοι. σ ώφ ρονες
μάλιστα δὲ κομῶσα ἵππος ἁβρότατόν ἐστι καὶ θρυπτικώτατον. ἀτιμάζειν γοῦν ἀνα βῆναι τοὺς ὄνους αὐτήν, ἵππῳ δὲ ὀχευομένη ἥδεται, καὶ ἑαυτὴν ἀξιοῖ τῶν μεγίστων. ὅπερ οὖν συνειδότες οἱ βουλόμενοι ἡμιόνους σφίσι γενέσθαι, ἀποθρίξαντες τῆς ἵππου τὴν χαίτην εἰκῇ καὶ ὡς ἔτυχεν, εἶτα μέντοι τοὺς ὄνους ἐπάγουσιν· ἡ δὲ ὑπομένει τὸν ἄδοξον ἤδη γαμέτην, πρῶτον
αἰδουμένη. καὶ Σοφοκλῆς δὲ ἔοικε μεμνῆσθαι τοῦ πάθους.
ἡ αὐτὴ τρέφει, καὶ γίνεται καί γε ἐκ τῶν κεράτων τῶνδε ἐκπώματα. καὶ εἴ τις ἐς αὐτὰ ἐμβάλῃ δηλητήρον, ὁ πιὼν οὐ βλαβήσεται· ἔοικε γὰρ ἀμυν τήριον τοῦ κακοῦ τὸ κέρας καὶ τὸ τοῦ ἵππου καὶ τὸ τοῦ ὄνου εἶναι.
ἔνθεν τοι καὶ Ὅμηρος ἐμοὶ δοκεῖ δεινὸς ὢν καὶ τὰ τοιαῦτα συνιδεῖν, ἔφη που·
ἀνέμων οἰστρηθείσας ἀποδιδράσκειν ἔατο αὐτάς.
ἀξίῳ, οὔ τε ἐκεῖνον ἄλλῃ ἐπαγαγεῖν τὸ ἐξ αὐτοῦ λαβεῖν σπέρμα ἀγαθῇ καὶ διὰ ταῦ τα ἄμφω συναγαγεῖν ἐς τὸ ἔργον· τοὺς δὲ τὰ μὲν ἕτερα ἀσπάζεσθαι σφᾶς καὶ φιλοφρονεῖσθαι, οὐ μὴν ἐγχρίπτεσθαι. οὐκοῦν ἐπεὶ τῆς ἐπιβουλῆς τ οῦ Σκύθου σοφώτερα ἦν τὰ ζῷα, ἐπηλύρασεν ἱματίοις τὸν καὶ τήν, καὶ ἐξ ειργάσαντο τὸ ἔκνομόν τε καὶ ἔκδικον ἐκεῖνο ἔργον.
ὡς δὲ ἄμφω συνεῖδον τὸ πραχθέν, εἶτα μέντοι τὸ ἀσέβημα διελύσαντο θανάτῳ, πηδήσαντα κατὰ κρημνοῦ.
τῷ λέχει τῷ ξένῳ καὶ ὁμιλεῖν αὐτῇ. τῇ δὲ εἶναι πῶλον, καὶ τοῦτον καλόν, θεασάμενόν γε μὴν τὸ πραττόμενον ἀλγῆσαι, ὥσπερ οὖν τυραννουμένης ἄνδρα, εἶτα μέντοι καὶ φυλάξαι ἔνθα ἐτάφη καὶ φοιτῶντα ἀνορύττειν αὐτόν, καὶ ἐνυβρίζειν τῷ νεκρῷ καὶ λυμαίνεσθαι λύμην ποικίλην, οὐκ αἰσθανόμενος
ἀλγοῦντα αὐτόν.
τὸ ἵδιον τοῦ ζῴου. οἱ δὲ οὐκ Ἀπελλῆν φασι ταύτην τὴν αἰτίαν ἐνέγκασθαι, ἀλλὰ Νίκωνα, ἀγαθὸν μὲν ἄνδρα γράψαι τοῦτο τὸ ζῷον, σφαλέντα δὲ ἐς μόνον τὸ εἰρημένον.
πανταχόσε ὁ λόγος, καὶ οὔ μοι λέγειν αὐτὸν ἥδιόν ἐστι. καὶ τὸν Ἀντόχου δὲ ἵππον τὸν τιμωρήσαντα τῷ δεσπότῃ καὶ ἀποκτείναντα | τὸν Γαλάτην 330 ὅσπερ οὖν ἀπέσφαξε τὸν Ἀντίοχον ἐν τῇ μάχη (ὄνομα δὲ τῶ Γαλάτῃ Κεντοαράτης ἦν) ἐῶ καὶ τοῦτον. Σωκλῆς δὲ ἄρα (οὐ γάρ τί που πολλοὶ τόνδε μοι δοκοῦ σιν ἐγνωκέναι) Ἀθηναῖος μὲν ἦν, καλὸς δὲ καὶ ἐδόκει
καὶ ἐπεφύκει. οὗτος οὖν ἐπρίατο ἵππον ὡραῖον μὲν καὶ αὐτό ν, ἐρωτικὸν δὲ ἰσχυρῶς καὶ οἷον σοφώτερον ἢ κατὰ τοὺς ἄλλους ὁρᾶν ἵππους. οὐκοῦν ἐρᾷ τοῦ δεσπότου δριμύτατα, καὶ προσιόντος ἐφριμάττετο καὶ ἐπικροτοῦντος ἐφρυάττετο, καὶ ἀναβαίνοντος ἑαυτὸν παρεῖχεν εὐπ ειθῆ, καὶ παρεστῶτος κατὰ πρόσωπον ὁ δὲ ὑγρὸν ἑώρα. καὶ ταῦτα μὲν ἐρωτικὰ ὄντα ἤδη
ὅμως τερπνὰ ἐδόκει· ἐπεὶ δὲ ἧν ὥς τι καὶ δρασείων εἰς τὸ μειράκιον προπετέστερος, καὶ διέρρει λόγος ὑπὲρ ἀμφοῖν ἀτοπώτερος, ὁ Σωκλῆς οὐκ ἐνεγκῶν τὸ ἀπόφημον, ὡς ἐραστὴν ἀκόλαστον μισήσας ἀπημπόλησε τὸν ἵππον. ὁ δὲ οὐ φέρων τὴν ἐρημίαν τὴν ἀπὸ τοῦ καλοῦ, ἑαυτὸν τοῦ ζῆν ἀπήλλαξε λιμῷ βιαιοτάτῳ.
τὸν Ἰσσὸν τὰ Περσῶν πιέζειν ὑπήρξατο, καὶ ἐνικᾶτο Δαρεῖος, ἵππον ἀνέβη 331 332 θῆλυν, φυγῆς δεόμενος καὶ σωτηρίας ὠκίστης. ἡ δὲ ἄρα τοῦ καταλειφθέντος μνήμῃ, ὡς εἶχεν ἐπιθυμίας καὶ ποδῶν, τὸν δεσπότην ὑμνεῖται τῆς ἀκμῆς τῶν ἐπικειμένων κινδύνων ἐξαρπάσαι.
παίῃ κατὰ τοῦ προσώπου τῇ ζώνῃ, παραχρῆμα ἐξουρεῖν ἀθρόως καὶ τῆς ὀδύνης παύεσθαι. θήλειαν δὲ ἵππον εἰς ἀφ ροδίσιν λυττήσασαν πάνυ σφόδρα παῦσαι ῥᾳδίως ἔστιν, ὡς Ἀριστοτέλης λέγει, εἴ τις αὐτῆς ἀποκείραι τὰς κατὰ τοῦ τένοντος τρίχας· αἰδεῖται γάρ, καὶ οὐκ ἀγανακτήσει, καὶ παύεται τῆς ὕβρεως καὶ τοῦ σκιρτήματος τοῦ πολλοῦ, κατηφήσασα ἐπὶ τῇ αἰσχύνῃ.
τοῦτό τοι καὶ Σοφοκλῆς αἰνίττεται ἐν τῇ Τύρῳ τῷ δράματι· πεποίηται 333 δ έ οἱ αὕτη λέγο υσα, καὶ ἅ λέγει ταῦτά ἐστι·
δὲ μετὰ τὴν Κόρου μάχην τὴν ἐν Λυδίᾳ καμήλους τοῖς ἵπποις συντρέφουσι, τὸ δέος τῶν ἵππων τὸ ἐκ τῶν καμήλων εἰς αὐτοὺς ἐξαπτόμενον ἐκβάλλειν πειρώμενοι τῇ συντροφίᾳ.
πᾶσαν· εἶτα ὅταν ἀπὸ τῆς ἱερουργίας γένηται καὶ σπείσῃ, τῇ νύμφῃ τὸν ἵππον ἀπὸ τοῦ ῥυτῆρος ἀγαγὼν παραδίδωσι. τί δὲ νοεῖ τοῦτο, Θετταλοὶ λεγέτωσαν.
τοῦτο γὰρ αὐτοῖς ἐστιν ἐν ἔθει χαλινῷ ἄρχειν αὐτῶν καὶ ῥυθμίζειν αὐτοὺς καὶ ἰθύνειν, κημοῖς δὲ ἂρα κεντρωτοῖς· ἀκόλαστόν τε ἔχουσι τὴν γλῶτταν καὶ τὴν ὑπερῴαν ἀβασάνιστον· ἀναγκάζουσι δὲ αὐτοὺς ὅμως οἵδε οἱ τῆς ἱππείας σοφισταὶ περικυκλεῖν καὶ περιδινεῖσθαι ἐς ταὐτὸν στρεφομένους, καὶ περ εἰδον ἀστόμους. δεῖ δὲ ἄρα τῷ τοῦτο δράσοντι καὶ ῥώμης χειρῶν
καὶ ἐπιστήμης εὖ μάλα ἱππικῆς. πειρῶνται δὲ οἱ προήκοντες εἰς ἄκρον τῆσδε τῆς σοφίας καὶ ἅρμα οὕτως περικυκλεῖν καὶ περιάγειν. εἴη δ’ ἄν ἀθλος οὐκ εὐκαταφρόνητος | ἀδηφάγων ἵππων τέτρωρον περιστρέφ ειν 336 ῥ ᾳδίως. φέρει δὲ τὸ ἅρμα καὶ παραβάτας ὁ δὲ στραττώτης ἐλέφας ἐπὶ τοῦ καλουμένου θωρακίου ἢ καὶ νὴ Δία τοῦ τοῦ νώτου γυμνοῦ καὶ ἐλευθέρου
φέρει πολεμιστὰς μὲν τ ρεῖς παρ᾿ ἑκάτερα βάλλοντας καὶ τὸν τρίτον κατόπιν, τέταρτον δὲ τὸν τὴν ἅρπην ἔχοντα διὰ χειρῶν καὶ ἐκείνῃ τὸν θῆρα ἱθύνοντα, ὠς οἴ ακι ναῦν κυβερνητικὸν ἄνδρα καὶ ἐπιστάτην τῆς νεώς.
διὰ τέλους προσήρτητο ἐκεῖνο, εἰς οἶστρον ἂν ἀκατασχέτου μίξεως ἐξέπιπτον οἵ τε ἄρρενες καὶ αἱ θήλειαι αὐτῶν. ἔστω δέ, καὶ εἰ δοκεῖ, Ἱππίου Ποσειδῶνος ἢ Ἀθηνᾶς Ἱππίας τοῦτο δῶρον ἵπποις δοθέν, ἵνα αὐτοῖς τὸ γένος διαμένῃ, μηδὲ ἀφροδισίων λύττῃ διαφθείρηται. ἴσασι δὲ ἄρα τοῦτο ἱπποφορβοὶ εὖ καὶ καλῶς, καὶ ἐάν ποτε δεηθῶσι τοῦ προειρημένου σαρκίου εἰς
ἐπιβουλήν τινος, ὡς ἐξάψαι οἱ ἔρωτα, τὴν ἵππον κύουσαν παραφυλάττουσι, καὶ ὅταν τέκῃ παραχρῆμα ἁρπάζουσι τὸ πωλίον καὶ ἀποκόπτουσι τὴν προειρημένην σάρκα, καὶ εἰς ὁπλὴν ἐμβάλλουσιν ἵππου θηλείας· ἐνταυθοῖ γὰρ καὶ μόνως ἂν φυλαχθείη καλῶς καὶ ἀποθησαυρισθείη. τὸν δὲ πῶλον ἀνίσχοντι τῷ ἡλίῳ καταθύουσιν· οὐ γὰρ ἔτι θηλάζει ἡ μήτηρ αὐτὸν τὰ γνώριμα
ἀφῃρημένον καὶ τῆς εὐνοίας οὐκ ἔχοντα τὴν ὑπόθεσιν· ἐκ γάρ τ οι τοῦ κατατραγεῖν τὴν σάρκα φιλεῖν τὸ βρέφος ἡ μήτηρ ἰσχ υρῶς ἄρχεται. ὅστις δ’ ἂν κατά τινα ἐπιβουλὴν ἀνὴρ ἐκείνου γεύσηται τοῦ σαρκίου ἔρωτι καὶ μάλα γε ἀκρατεῖ συνέχεται καὶ ἐμφρύγεται καὶ βοᾷ καὶ ἀκατασχέτως ὁρμᾷ .
Historiae Animalium Epitome. Aristophanes of Byzantium. ed. Spyridon Paulou Lampros. United States. 2017.
Sponsored by Harvard College Library.
Funding provided by Harvard Library Arcadia Fund.