Notes on the current edition
Iatrica
1.
XVI
2.
πολλὴν ἅμα τε αὐτοῖς ὀξυήκοον αἴσθησιν· μάλιστα γὰρ ἂν αὐτὰ πάντων ἔσχεν ἡ περὶ τὴν κεφαλὴν ξύστασις, εἴπερ ἅμα ξυμπίπτειν ἠθελησάτην, καὶ τὸ τῶν ἀνθρώπων γένος σαρκώδη ἔχον ἐφ’ ἑαυτῷ καὶ νευρώδη κρατεράν τε κεφαλὴν βίον ἂν διπλοῦν καὶ πολλαπλοῦν καὶ ὑγιεινότερον καὶ ἀλυπότερον τοῦ νῦν κατεκτήσατο· νῦν δὲ τοῖς περὶ τὴν ἡμετέραν γένεσιν δημιουργοῖς ἀναλογιζομένοις, πότερον πολυχρονιώτερον χεῖρον ἢ βραχυχρονιώτερον βέλτιον ἀπεργάσαιντο γένος, συνέδοξε τοῦ πλείονος βίου, φαυλοτέρου δέ, τὸν ἐλάττονα ἀμείνονα ὄντα πατὶ πάντως αἱρετέον· ὅθεν δὴ μανῷ μὲν ὀστῷ, σαρξὶ δὲ καὶ νεύροις κεφαλἠν, ἅτε οὐδὲ καμπὰς ἔχουσαν, οὐ ξυνεστέγασαν. κατὰ πάντα οὖν ταῦτα εὐαισθητοτέρα μὲν καὶ φρονιμωτέρα, πολὺ δὲ ἀσθενεστέρα παντὸς ἀνδρὸς προσετέθη κεφαλὴ σώματι.
3.
XVI 3] cf. Galenus Thrasybulus [1185,6 Helmreich, V 878 K.]: καὶ τοῦτο πρὸς ἁπάντων σχεδὸν ἀνθρώπων ᾄδεται, διότι πάντων ἐστὶν ἀληθέστατον, ὡς γαστὴρ ἡ παχεῖα τὸν νοῦν οὐ τίκτει τὸν λεπτόν (sic codd.). versum ipsum dant Gregorius Naz. II p. 213 D alii cf. Leutsch Paroem. II 337,22 a. Buecheler M. Rhen. 43, 295; Nauck F. Τ.2 XV; Otto Sprichw. d. Rsm. n. 1861.
4.
XVI 4] Plato Tim. p. 74AB: καὶ τὸ πᾶν δὴ σπέρμα διασῴζων οὕτω λιθοειδεῖ περιβόλῳ ξυνέφραξεν, ἐμποιῶν ἄρθρα, τῇ θατέρου προσχρώμενος ἐν αὐτοῖς ὡς μέσῃ ἐνισταμένῃ δυνάμει, κινήσεως καὶ κάμψεως ἕνεκα. τὴν δ’ αὖ ὀστεΐνης φύσεως ἕξιν ἡγησάμενος τοῦ δέοντος κραυροτέραν εἶναι καὶ ἀκαμπτοτέραν, διαπυρόν τ’ αὖ γιγνομένην καὶ πάλιν ψυχομένην σφακελίσασαν ταχὺ διαφθερεῖν τὸ σπέρμα ἐντὸς αὑτῆς, διὰ ταῦτα οὕτω τὸ τῶν νεύρων καὶ τὸ τῆς σαρκὸς γένος ἐμηχανᾶτο, ἵνα τῷ μὲν ἅπαντα τὰ μέλη ξυνδήσας ἐπιτεινομένῳ καὶ ἀνιεμένῳ περὶ τοὺς στρόφιγγας καμπτόμενον τὸ σῶμα καὶ ἐκτεινόμενον παρέχοι, τὴν δὲ σάρκα προβολὴν μὲν καυμάτων, πρόβλημα δὲ χειμώνων.
5.
XVI 11 j Plato Tim. p. 74 I): τὴν δὲ τῶν νεύρων φύσιν ἐξ ὀστοῦ καὶ σαρκὸς ἀζύμου κράσεως μίαν ἐξ ἀμφοῖν μέσην δυνάμει ξυνεκεράσατο, ξανθῷ χρώματι προσχρώμενος. ὅθεν συντονωτέραν μὲν καὶ γλισχροτέραν σαρκῶν, μαλακωτέραν δὲ ὀστῶν ὑγροτέραν τε ἐκτήσατο δύναμιν νεῦρα· οἷς ξυμπεριλαβὼν ὁ θεὸς ὀστᾶ καὶ μυελόν, δήσας πρὸς ἄλληλα νεύροις, μετὰ ταῦτα σαρξὶ πάντα αὐτὰ κατεσκίασεν ἄνωθεν.
6.
XVI 13] Plato Tim. p. 77 C—E : ταῦτα δὴ τὰ γένη πάντα φυτεύσαντες οἱ κρείττους τοῖ; ἥττοσιν ἡμῖν τροφήν, τὸ σῶμα αὐτὸ ἡμῶν διωχέτευσαν τέμνοντες οἷον ἐν κήποις ὀχετούς, ἵνα
7.
XVI 4 τίκτει K voo vel νοσ F 5 ἀποστηρίγματος K 6 πεποιῆσθαι K 7 κάμψεις K νευρα, prima littera etiam η, π, altera α, ο legi possunt τουτοις vel ταυταις P 8 post εξωθεν P; δια vel δε K., prior apex explicari potest (εἶναι) rnaiico sensu. desidero verbum velut κλᾶν, κάμπτειν 11 ejc P 9 K 13 φλεβας potius quam φλεβες P
8.
XVI
9.
ὥσπερex ἐκ γάματος ἐπιόντος ἄρδοιτο. καὶ πρῶτον μὲν ὁχετοὺς κρυφαίους ὡπὸ τὴν ξύμφυσιν τοῦ δέρματος καὶ τῆς καὶ τῆς σαρκὸς δύο μλέβας ἔτεμον νωτιαίας διδύμους, ὠς τὀ σῶμα ἐτύγχανε δεξιοῖς τε καὶ ἀριστεροῖς ὄν. τκύτας δὲ καθπηκαν παρὰ τὴν ῥάχιν, καὶ τὸν γόνιμον μεταξὺ λαβόντες μυελόν, ἴνα οὖτός τε ὅ μάλιστα θάλλοι, καὶ ἐπὶ τἆλλα εὔρους ἔντεῦθεν ἅτε ἐπὶ κάταντες ἡ ἐπίχυσις γιγνομένη παρέχοι τὴν ὑδρείαν ὁμαλήν. μετὰ δὲ ταῦτα σχίσαντες περὶ τὴν κεφαλὴν τὰς φλέβας καὶ δἱ ἀλλήλων ἐναντίας πλέξαντες διεῖσαν, τὰς μὲν ἐκ τῶν δεξιῶν ἐπὶ τάριστερὰ τοῦ σώματος, τὰς δ' ἐκ τῶν ἀριστερῶν ἐπὶ τὰ δεξιὰ κλίναντες.
10.
XVI 20] Plato Tim. p. 73 E. 73 A: ἐσομένην ἐν ἡμῖν ποτῶν καὶ ἐδεστῶν ἀκολασίαν ᾔδεσαν οἱ ξυντιξθέντες ἡμῶν τὸ γένος, καὶ ὅτι τοῦ μετρίου καὶ ἀναγκαίου διὰ μαργότητα πολλῷ χρησοίμεθα πλέονι. ἵν' οὖν μὴ φθορὰ διὰ νόσους ὀξεῖα γἰγνοιτο καὶ ἀτελὲς τὸ γένος εὐθὺς τὸ θηντὸν τελευτῶ, ταῦτα προορώμενοι τῇ τοῦ περιγενησομένου πόματος ἐδέσματός τε ἕξει τὴν ὁνομαζομένην κάτω κοιλίαν ὑποδοχὴν ἔθεσαν, εἴλιξάν τε πέριξ τὴν τῶν ἐντέρων γένεσιν, ὅπως μὴ ταχὺ διεκπερῶσα ἡ τροφὴ ταχὺ πάλιν τροφῆς ἑτέρας δεὶσθαι τὸ σῦμα ἀναγκάζοι, καὶ παρέχουσα ἀπληστίαν διὰ γαστριμαργίαν ἀφιλόσοφον καὶ ἄμουσον πᾶν ἀποτελοῖ τὸ γένος, ἀνυπήκοσυ τοῦ θειοτάτου τῶν παρ' ἡμῖν.
11.
XVI 14 σκευάξει incertum; ... ρασει P ξιὰ et cetera usque ad v. 33 K 24 καθ. υθυωρι P
12.
XVI