Φοῖνιξ
εἶδον τὸν νεανίαν, ἀμπελουργέ, καὶ ἄγαμαί
674
σε τοῦ ἑταίρου. ὥπλισται δὲ ἢ τί;
Ἀμπελουργός
χλαμύδα ἐνῆπται, ξένε, τὸν Θετταλικὸν τρόπον, ὥσπερ τὸ ἄγαλμα τοῦτο. ἁλουργὴς δὲ ἡ χλαμύς, θείου ἄνθους. ἄρρητον γὰρ τὸ τῆς πορφύρας ἄνθος.
Φοῖνιξ
ὁ δὲ δὴ ἔρως, ὃν τῆς Λαοδαμείας ἤρα, πῶς ἔχει αὐτῷ νῦν;
Ἀμπελουργός
ἐρᾷ, ξένε, καὶ ἐρᾶται καὶ διάκεινται πρὸς ἀλλήλους, ὥσπερ οἱ θερμοὶ τῶν νυμφίων.
Φοῖνιξ
περιβάλλεις δὲ ἥκοντα ἢ διαφεύγει σε καπνοῦ δίκην, ὥσπερ τοὺς ποιητάς;
Ἀμπελουργός
χαίρει περιβάλλοντι καὶ ξυγχωρεῖ φιλεῖν τε αὐτὸν καὶ τῆς δέρης ἐμφορεῖσθαί γε.
Φοῖνιξ
Θαμίζει δὲ ἢ διὰ πολλοῦ ἥκει;
Ἀμπελουργός
τετράκις τοῦ μηνὸς ἢ πεντάκις οἶμαι αὐτοῦ μετέχειν, ὁπότʼ ἢ φυτεῦσαί ποτε τουτωνὶ τῶν φυτῶν τι βούλοιτο ἢ τρυγῆσαι ἢ ἄνθη κεῖραι. φιλοστέφανος γάρ τις καὶ ἡδίω ἀποφαίνων τὰ ἄνθη, ὁπότε περὶ αὐτὰ εἴη.
Φοῖνιξ
ἱλαρόν γε τὸν ἥρω λέγεις καὶ ἀτεχνῶς νυμφίον.
Ἀμπελουργός
καὶ σώφρονά γε, ὦ ξένε. φιλόγελως γὰρ ὢν ὑφʼ ἡλικίας ὕβρει οὐδὲν πράττει. καὶ σμινύης δὲ ἅπτεται πολλάκις, εἴ που ὀρύττων πέτρᾳ ἐντύχοιμι καὶ ξυλλαμβάνει μοι τῶν δυσέργων, κἂν ἀγνοήσω τι τῶν κατὰ γεωργίαν, διορθοῦταί με. τά τε δένδρα ἐγὼ μὲν παρακηκοὼς τοῦ Ὁμήρου μακρὰ ἐφύτευον μεῖον τοῦ ἄνω τὸ ἐς τὴν γῆν ἐμβιβάζων, καὶ ὁπότε ἐπελάβετό μου ὁ Πρωτεσίλεως, ἐχρώμην τοῖς τοῦ Ὁμήρου πρὸς αὐτόν, ὁ δὲ ὑπολαβὼν
αὐτὸς μέντοι Ὅμηρος τὸν ἐναντίον ἔφη
κελεύει τρόπον ἢ σὺ πράττεις· μακρὰ γὰρ ὑπὸ σοφίας τὰ βαθέα
675
οἶδεν,
Heroicus. Philostratus the Athenian. ed. Carl Ludwig Kayser. Lipsiae. 1871.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by Google Digital Humanities Awards Program.