Φοῖνιξ
ψευδῆ δὲ καὶ ἀπίθανα τῷ γε
668
θεωροῦντι αὐτὰ πρὸς τὴν φύσιν, ἧς μέτρα οἱ νῦν ἄνθρωποι.
Ἀμπελουργός
ταυτὶ δὲ ἡγεῖσθαι ἀπίθανα πότε ἤρξω;
Φοῖνιξ
πάλαι, ἀμπελουργέ, κἂν μειρακίῳ ἔτι. παῖς μὲν γὰρ ὢν ἔτι ἐπίστευον τοῖς τοιούτοις, καὶ κατεμυθολόγει με ἡ τίτθη χαριέντως αὐτὰ ἐπᾴδουσα καί τι καὶ κλαίουσα ἐπʼ ἐνίοις αὐτῶν, μειράκιον δὲ γενόμενος οὐκ ἀβασανίστως ᾠήθην χρῆναι προσδέχεσθαι ταῦτα.
Ἀμπελουργός
τὸ δὲ τοῦ Πρωτεσίλεω, καὶ ὅτι ἐνταῦθα φαίνοιτο, ἀκηκοώς ποτε ἔτυχες;
Φοῖνιξ
πῶς γε, ἀμπελουργέ; ὅς γε καὶ σοῦ τήμερον ἀκούων ἀπιστῶ;
Ἀμπελουργός
οὐκοῦν ἀρχὴ τοῦ λόγου σοι γιγνέσθω τὰ πάλαι σοι. ἀπιστούμενα· φῂς δέ που ἀπιστεῖν, εἰ δεκαπήχεις ἐγένοντο ἄνθρωποι. ἐπειδὰν δὲ τούτου ἱκανῶς ἔχῃς, ἀπαίτει λοιπὸν τὸν περὶ τοῦ Πρωτεσίλεω λόγον καὶ ὁπόσα βούλει τῶν Τρωικῶν, οὐδενὶ γὰρ αὐτῶν ἀπιστήσεις.
Φοῖνιξ
καλῶς λέγεις καὶ οὕτω ποιῶμεν.
Ἀμπελουργός
ἄκουε δή· πάππος ἦν μοι, ξένε, πολλὰ τῶν ἀπιστουμένων ὑπὸ σοῦ γιγνώσκων, ὃς ἔλεγε διαφθαρῆναι μέν ποτε τὸ τοῦ Αἴαντος σῆμα ὑπὸ τῆς θαλάσσης, πρὸς ᾗ κεῖται, ὀστᾶ δὲ ἐν αὐτῷ φανῆναι κατὰ ἑνδεκάπηχυν ἄνθρωπον, καὶ ἔφασκεν Ἀδριανὸν βασιλέα περιστεῖλαι αὐτὰ ἐς Τροίαν ἐλθόντα καὶ τὸν νυνὶ τάφον περιαρμόσαι τῷ Αἴαντι ἔστιν ἃ καὶ προσπτυξάμενον τῶν ὀστῶν καὶ φιλήσαντα.
Φοῖνιξ
οὐ μάτην ἀπιστεῖν ἔοικα τοῖς τοιούτοις, ἀμπελουργέ· καὶ σὺ γὰρ πάππου μέν τι ἀκηκοέναι φῂς καὶ ἴσως μητρὸς ἢ τίτθης, σεαυτοῦ δὲ ἀπαγγέλλεις οὐδέν, εἰ μὴ ἄρα περὶ τοῦ Πρωτεσίλεω εἴποις.
Ἀμπελουργός
καὶ μήν, εἰ μυθολογικὸς ἦν, τόν τε τοῦ Ὀρέστου νεκρὸν διῄειν ʽἂνʼ, ὃν ἑπτάπηχυν ἐν Νεμέᾳ
669
Λακεδαιμόνιοι εὗρον,
Heroicus. Philostratus the Athenian. ed. Carl Ludwig Kayser. Lipsiae. 1871.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by Google Digital Humanities Awards Program.