Φοῖνιξ
χρυσῆν ἀγορὰν λέγεις, ἀμπελουργέ, καὶ ἡρώων μᾶλλον ἢ ἀνθρώπων. ἀλλὰ καὶ ὁ κύων οὗτος τί ἐθέλει; περίεισι γὰρ με προσκνυζόμενος τοῖς ποσὶ καὶ παρέχων τὸ οὖς ἁπαλόν τε καὶ πρᾷον.
Ἀμπελουργός
τοὐμὸν ἦθος ἑρμηνεύει σοι, ξένε, καὶ ὅτι πρὸς τοὺς δεῦρο ἀφικνουμένους οὕτω μετρίως καὶ χρηστῶς ἔχομεν, ὡς μηδὲ τῷ κυνὶ ξυγχωρεῖν ὑλακτεῖν αὐτούς, ἀλλὰ προσδέχεσθαί τε καὶ ὑποπίπτειν ἥκοντας.
Φοῖνιξ
ἔξεστιν οὖν ἀμπέλῳ προσβαλεῖν;
Ἀμπελουργός
φθόνος οὐδείς· εἰσὶ γὰρ ἡμῖν ἱκανοί γε βότρυς.
Φοῖνιξ
τί δέ; καὶ συκάσαι;
Ἀμπελουργός
καὶ τούτου ἄδεια, περίεστι γὰρ καὶ σύκων· καὶ κάρυα δοίην καὶ μῆλα δοίην καὶ μυρία ἀγαθὰ ἕτερα, φυτεύω δὲ αὐτὰ οἷον παροψήματα τῶν ἀμπέλων.
Φοῖνιξ
τί ἂν οὖν καταβάλοιμι;
Ἀμπελουργός
τί δʼ ἄλλο γʼ, ὦ Φοῖνιξ, ἢ φαγεῖν τε ἡδέως καὶ ἐπισιτίσασθαι καὶ ἀπελθεῖν χαίρων;
Φοῖνιξ
Ἀλλʼ ἦ φιλοσοφεῖς, ἀμπελουργέ;
Ἀμπελουργός
καὶ σύν γε τῷ καλῷ Πρωτεσίλεῳ.
Φοῖνιξ
σοὶ δὲ τί καὶ τῷ Πρωτεσίλεῳ κοινόν, εἰ τὸν ἐκ Θετταλίας λέγεις;
Ἀμπελουργός
ἐκεῖνον λέγω τὸν τῆς Λαοδαμείας, τουτὶ γὰρ χαίρει ἀκούων.
Φοῖνιξ
τί δὲ δὴ δεῦρο πράττει;
Ἀμπελουργός
ζῇ καὶ γεωργοῦμεν.
Φοῖνιξ
Ἀναβεβιωκὼς ἢ τί;
Ἀμπελουργός
οὐδὲ αὐτὸς λέγει, ὦ ξένε, τὰ ἑαυτοῦ πάθη, πλήν γε δὴ ὅτι ἀποθάνοι μὲν διʼ Ἑλένην ἐν Τροίᾳ, ἀναβιῴη δὲ ἐν Φθίᾳ Λαοδαμείας ἐρῶν.
Φοῖνιξ
καὶ μὴν ἀποθανεῖν γε μετὰ τὸ ἀναβιῶναι λέγεται, ἀναπεῖσαί τε τὴν γυναῖκα ἐπισπέσθαι οἱ.
Heroicus. Philostratus the Athenian. ed. Carl Ludwig Kayser. Lipsiae. 1871.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by Google Digital Humanities Awards Program.