λδ′.
(2)
ἐγὼ δέ, καθάπερ καὶ σὺ οἶσθα, Πλάτωνα θαυμάσας, δι’ ἐκεῖνον καὶ τὴν πόλιν ὑμῶν καὶ τὴν ἐν ἀκαδημείᾳ διατριβὴν ᾑρούμην, καὶ διέμεινα πάντα τὸν χρόνον ἀνέγκλητον ἐμαυτόν, ἐφ’ ὅσον ἠδυνήθην, πρὸς τὸ ἐκείνου ἦθος διατηρήσας. ἐπεὶ δὲ κατὰ τὰ συμβαίνοντα ἐκεῖνος μὲν ἐχωρίσθη τῆς ἐν ταὐτῷ ἡμῖν συνουσίας, τὰ δὲ νομιζόμενα συνετελέσαμεν καὶ κοινῇ καὶ ἰδίᾳ τιμῶντες ἐκεῖνον, ἐχωριζόμεθα κατὰ τὰς αἱρέσεις, ἃς ἕκαστος ἡμῶν ἐδοκίμαζεν.(3)
ἐγὼ μὲν οὖν ἀεί ποτε καὶ τῇ φύσει παντελῶς οἰκεῖος ἡσυχίας καὶ σχολῆς ὑπῆρχον, ἀνυπεύθυνός τε ἀνθρώποις εἰς τὸ δυνατὸν ᾑρούμην διαγενέσθαι· καὶ γὰρ ἐφιλοσόφουν, ὅπως ἐμαυτοῦ τε, ὡς οἷόν τε ἦν, καὶ τῶν ἄλλων ἀνθρώπων διάφορος γένωμαι. δεῖ οὖν φανερὸν γενέσθαι διότι εἰμὶ οἷόσπερ φημί, ἄλλως τε καὶ ἐπεί γε, σὺν θεῷ εἰπεῖν, ρᾴδιόν ἐστιν. ἔρρωσο.Epistulae. Socraticorum Epistulae. ed. Rudolf Hercher. Paris. 1873.
Funding provided by Center for Hellenic Studies.