λβ′.
(2)
καὶ τούτων οὕτως ἐχόντων, διότι σε περὶ πλείονος ποιούμένος ἐτύγχανε, τελευτῶν τὸν βίον ἐμαρτύρησεν· ἐπέσκηψε γὰρ πᾶσιν ἡμῖν τοῖς οἰκείοις ἄν τι πάθης πρὸς ἑαυτὸν θεῖναί σε, νομίσας οὐκ ἀπαλλαγήσεσθαί σε τὸ παράπαν τῆς ἀκαδημείας. διὸ δὴ καὶ μάλιστά μοι φαίνεταί σοι προσῆκον εἶναι καὶ ζῶντα καὶ τεθνηκότα Πλάτωνα τιμᾶν· θεῶν γὰρ δὴ καὶ γονέων καὶ εὐεργετῶν ποιητέον ἐπιμέλειαν τὸν χαρίεντα. οἰκειοτάτη δὲ τοῖς εἰρημένοις εὑρίσκοιτ’ ἂν οὖσα ἡ Πλάτωνος συνουσία πρὸς τοὺς συνόντας· τῶν μὲν γὰρ ὡς γεννήσας, τῶν δὲ ὡς εὐεργέτης ἐπεμελεῖτο, κοινῇ δὲ πρὸς ἅπαντας θεοῦ τάξιν εἶχεν.(3)
συμβουλεύω δὲ καλὸν ἡγούμενος καὶ δίκαιον εἶναι χάριν ἀποδιδόναι σε Πλάτωνι πασῶν μεγίστην κἀκείνῳ μάλιστα ἁρμόζουσαν, ἀποδῴης δ’ ἂν εἰ παραγενόμενος τὴν ἀκαδήμειαν καδηπεριπε * * * *. σοφία γὰρ ἀληθὴς λέγοιτ’ ἂν ἐνδίκως βεβαιότης καὶ πίστις. προσήκει δὲ ἡμᾶς ἐν τούτοις πολὺ τῶν ἀνθρώπων διαφέρειν, σὺ δὲ καὶ δοκεῖς μεῖον τοῦ προσήκοντος ἐπιμελὴς εἶναι.Epistulae. Socraticorum Epistulae. ed. Rudolf Hercher. Paris. 1873.
Funding provided by Center for Hellenic Studies.